Site logo

ΜΕΛΙΣΣΟΣ – ΑΠΑΝΤΑ

Ο Μέλισσος ο Σάμιος, υιός του Λάρου, ήταν σημαντικός προσωκρατικός φιλόσοφος, σύγχρονος του Ζήνωνος του Ελεάτου, του Εμπεδοκλέους του Ακραγαντίνου και του Σοφοφκλέους του τραγικού ποιητή. Υπήρξε μαθητής του Παρμενίδη και γνώστης της φιλοσοφίας του Ηρακλείτου από την Έφεσο. Ασχολήθηκε με την πολιτική και εξελέγη ναύαρχος. Θαυμάστηκε ιδιαιτέρως για την αρετή του ανάμεσα στους συγχρόνους του. Κατά την 84η Ολυμπιάδα σε μία ναυμαχία κατά τον Αθηναίων αντιμετώπισε τον Σοφοκλή. Σε μία άλλη ναυμαχία εναντίον τους αντιμετώπισε και νίκησε ακόμη και τον Περικλή.

Συνέγραψε ένα βιβλίο σε πεζό λόγο με τίτλο Περί του Όντος από το οποίο σώζονται μόνον αποσπάσματα. Πίστευε ότι το παν είναι άπειρον, αναλλοίωτο και ακίνητο, όμοιο παντού με τον εαυτό του και πλήρες. Θεωρούσε ότι η κίνηση δεν υπάρχει πραγματικά, αλλά εμείς νομίζουμε ότι υπάρχει. Έλεγε ακόμη ότι για τους θεούς δεν πρέπει κανείς να αποφαίνεται, διότι δεν υπάρχει καμία γνώση περί αυτών.

Συνομήλικος του Σωκράτους, έφυγε από τη ζωή πιθανότατα σε ηλικία μόλις 40 ετών.

DIOG. IX 24 Μέλισσος ᾿Ιθαιγένους Σάμιος. οὗτος ἤκουσε Παρμενίδου. (ἀλλὰ

καὶ εἰς λόγους ἦλθεν ῾Ηρακλείτωι· ὅτε καὶ συνέστησεν αὐτὸν τοῖς ᾿Εφεσίοις ἀγνοοῦσι, καθάπερ ῾Ιπποκράτης Δημόκριτον ᾿Αβδηρίταις). γέγονε δὲ καὶ πολιτικὸς ἀνὴρ καὶ ἀποδοχῆς παρὰ τοῖς πολίταις ἠξιωμένος· ὅθεν ναύαρχος αἱρεθεὶς ἔτι καὶ μᾶλλον ἐθαυμάσθη διὰ τὴν οἰκείαν ἀρετήν.

     ἐδόκει δὲ αὐτῶι τὸ πᾶν ἄπειρον εἶναι καὶ ἀναλλοίωτον καὶ ἀκίνητον καὶ ἓν

ὅμοιον ἑαυτῶι καὶ πλῆρες· κίνησίν τε μὴ εἶναι, δοκεῖν δὲ εἶναι. ἀλλὰ καὶ περὶ θεῶν

ἔλεγε μὴ δεῖν ἀποφαίνεσθαι· μὴ γὰρ εἶναι γνῶσιν αὐτῶν.

     φησὶ δ’ ᾿Απολλόδωρος F GrHist. 244 F 72 II 1040 ἠκμακέναι αὐτὸν κατὰ

τὴν τετάρτην καὶ ὀγδοηκοστὴν ὀλυμπιάδα [444—41].

     SUID. S. V. Μέλητος Λάρου … καὶ ἦν ἐπὶ τῶν Ζήνωνος τοῦ ᾿Ελεάτου καὶ

᾿Εμπεδοκλέους χρόνων. οὗτος ἔγραψε Περὶ τοῦ ὄντος. καὶ ἀντεπολιτεύσατο δὲ

Περικλεῖ· καὶ ὑπὲρ Σαμίων στρατηγήσας ἐναυμάχησε πρὸς Σοφοκλῆν τὸν τραγικόν, ὀλυμπιάδι ὀγδοηκοστῆι τετάρτηι [444/1]. 

     PLUT. Pericl. 26ff. (26) πλεύσαντος γὰρ αὐτοῦ [Perikles] Μέλισσος ὁ

᾿Ιθαγένους, ἀνὴρ φιλόσοφος στρατηγῶν τότε τῆς Σάμου, καταφρονήσας τῆς ὀλιγό-

τητος τῶν νεῶν ἢ τῆς ἀπειρίας τῶν στρατηγῶν, ἔπεισε τοὺς πολίτας ἐπιθέσθαι

τοῖς ᾿Αθηναίοις. καὶ γενομένης μάχης νικήσαντες οἱ Σάμιοι καὶ πολλοὺς μὲν αὐτῶν

ἄνδρας ἑλόντες πολλὰς δὲ ναῦς διαφθείραντες ἐχρῶντο τῆι θαλάσσηι καὶ παρετί-

θεντο τῶν ἀναγκαίων πρὸς τὸν πόλεμον ὅσα μὴ πρότερον εἶχον. ὑπὸ δὲ τοῦ

Μελίσσου καὶ Περικλέα φησὶν αὐτὸν ᾿Αριστοτέλης [fr. 577 aus d. Πολιτεία Σαμίων]

ἡττηθῆναι ναυμαχοῦντα πρότερον. οἱ δὲ Σάμιοι τοὺς αἰχμαλώτους τῶν ᾿Αθηναίων

ἀνθυβρίζοντες ἔστιζον εἰς τὸ μέτωπον γλαῦκας· καὶ γὰρ ἐκείνους οἱ ᾿Αθηναῖοι

σάμαιναν … πρὸς ταῦτα τὰ στίγματα λέγουσι καὶ τὸ ᾿Αριστοφάνειον ἠινίχθαι

‘Σαμίων ὁ δῆμός ἐστιν—ὡς πολυγράμματος’ [Aristot. a. O. fr. 575]. (27) πυ-

θόμενος δ’ οὖν ὁ Περικλῆς τὴν ἐπὶ στρατοπέδου συμφορὰν ἐβοήθει κατὰ τάχος καὶ

τοῦ Μελίσσου πρὸς αὐτὸν ἀντιταξαμένου κρατήσας καὶ τρεψάμενος τοὺς πολεμίους εὐθὺς περιετείχιζε, δαπάνηι καὶ χρόνωι μᾶλλον ἢ τραύμασι καὶ κινδύνοις τῶν πολιτῶν περιγενέσθαι καὶ συνελεῖν τὴν πόλιν βουλόμενος … (28) ἐνάτωι δὲ μηνὶ τῶν Σαμίων παραστάντων ὁ Περικλῆς τὰ τείχη καθεῖλε καὶ τὰς

ναῦς παρέλαβε καὶ χρήμασι πολλοῖς ἐζημίωσεν, ὧν τὰ μὲν εὐθὺς εἰσήνεγκαν οἱ

Σάμιοι, τὰ δ’ ἐν χρόνωι ῥητῶι ταξάμενοι κατοίσειν ὁμήρους ἔδωκαν. Δοῦρις δ’ ὁ

Σάμιος [F GrHist. 76 F 67 II 154] τούτοις ἐπιτραγωιδεῖ πολλὴν ὠμότητα τῶν

᾿Αθηναίων καὶ τοῦ Περικλέους κατηγορῶν, ἣν οὔτε Θουκυδίδης [I 117] ἱστόρηκεν

οὔτ’ ῎Εφορος [F GrHist. 70 F 195 II 98] οὔτ’ ᾿Αριστοτέλης [fr. 578]. Vgl.

Themist. 2 καίτοι Στησίμβροτος [F GrHist. 107 F 1 II 516] ᾿Αναξαγόρου τε

διακοῦσαι τὸν Θεμιστοκλέα φησὶ καὶ περὶ Μέλισσον σπουδάσαι τὸν φυσικόν, οὐκ

εὖ τῶν χρόνων ἁπτόμενος. Περικλεῖ γάρ, ὃς πολὺ νεώτερος ἦν Θεμιστοκλέους,

Μέλισσος μὲν ἀντεστρατήγει πολιορκοῦντι Σαμίους, ᾿Αναξαγόρας δὲ συνδιέτριβε.

     SIMPL. Phys. 70, 16 3o M. καὶ τὴν ἐπιγραφὴν οὕτως ἐποιήσατο τοῦ συγ-

γράμματος Περὶ φύσεως ἢ περὶ τοῦ ὄντος. de caelo 557, 10 καὶ εἰ Περὶ φύσεως ἢ

περὶ τοῦ ὄντος ἐπέγραψε Μ., δῆλον ὅτι τὴν φύσιν ἐνόμιζεν εἶναι τὸ ὄν.

     ARISTOT. q. f. de Melisso Xenophane Gorgia c. 1. 2 nach d. Ausg. von

Diels Abh. d. Berl. Ak. 1900.

[ΑΡΙΣΤΟΤΕΛΟΥΣ] ΠΕΡΙ ΜΕΛΙΣΣΟΥ

     c. 1. (1) ᾿Αίδιον εἶναί φησιν εἴ τι ἔστιν, εἴπερ μὴ ἐνδέχεσθαι γενέ-

σθαι μηδὲν ἐκ μηδενός· εἴτε γὰρ ἅπαντα γέγονεν εἴτε μὴ

πάντα, ἀίδια ἀμφοτέρως· ἐξ οὐδενὸς γὰρ γενέσθαι ἂν αὐτὰ γιγνόμενα. 

ἁπάντων τε γὰρ γιγνομένων οὐδὲν <ἂν> προϋπάρχειν· εἴτ’ ὄντων

τινῶν ἀεὶ ἕτερα προσγίγνοιτο, πλέον ἂν καὶ μεῖζον τὸ ὂν

γεγονέναι· ὧι δὲ πλέον καὶ μεῖζον, τοῦτο γενέσθαι ἂν ἐξ

οὐδενός· <ἐν> τῶι γὰρ ἐλάττονι τὸ πλέον, <ὡς> οὐδ’ ἐν τῶι μικροτέρωι

τὸ μεῖζον, οὐχ ὑπάρχειν. (2) ἀίδιον δὲ ὂν ἄπειρον εἶναι, ὅτι

οὐκ ἔχει ἀρχὴν ὅθεν ἐγένετο, οὐδὲ τελευτὴν εἰς ὃ γιγνόμενον

ἐτελεύτησέ ποτε. (3) πᾶν δὲ καὶ ἄπειρον ὂν <ἓν> εἶναι· εἰ γὰρ

δύο ἢ πλέω εἴη, πέρατ’ ἂν εἶναι ταῦτα πρὸς ἄλληλα. (4) ἓν

δὲ ὂν ὅμοιον εἶναι πάντη· εἰ γὰρ ἀνόμοιον, πλείω ὄντα οὐκ

ἂν ἔτι ἓν εἶναι, ἀλλὰ πολλά. (5) ἀίδιον δὲ ὂν ἄμετρόν τε

καὶ ὅμοιον πάντη ἀκίνητον εἶναι τὸ ἕν· οὐ γὰρ ἂν κινηθῆ-

ναι μὴ εἴς τι ὑποχωρῆσαν. ὑποχωρῆσαι δὲ ἀνάγκην εἶναι

ἤτοι εἰς πλῆρες ἰὸν ἢ εἰς κενόν· τούτων δὲ τὸ μὲν οὐκ ἂν δέ-

ξασθαι [τὸ πλῆρες], τὸ δὲ οὐκ εἶναι οὐδέν [ἢ τὸ κενόν]. (6) τοιοῦτον

δὲ ὂν τὸ ἓν ἀνώδυνόν τε καὶ ἀνάλγητον ὑγιές τε καὶ ἄνο-

σον εἶναι οὔτε μετακοσμούμενον θέσει οὔτε ἑτεροιούμενον εἴδει

οὔτε μιγνύμενον ἄλλωι· κατὰ πάντα γὰρ ταῦτα πολλά τε

τὸ ἓν γίγνεσθαι καὶ τὸ μὴ ὂν τεκνοῦσθαι καὶ τὸ ὂν φθείρε-

σθαι ἀναγκάζεσθαι· ταῦτα δὲ ἀδύνατα εἶναι. (7) καὶ γὰρ

εἰ τῶι μεμῖχθαι τὸ ἓν ἐκ πλειόνων λέγοιτο, καὶ εἴη πολλά

τε καὶ κινούμενα εἰς ἄλληλα τὰ πράγματα, καὶ ἡ μίξις ἢ ὡς ἐν

ἑνὶ σύνθεσις εἴη τῶν πλειόνων ἢ τῆι ἐπαλλάξει οἷον ἐπιπρόσθησις γίγνοιτο τῶν μιχθέντων· ἐκείνως μὲν ἂν διάδηλα χωριζόντων εἶναι τὰ μιχθέντα, ἐπιπροσθήσεως δ’ οὔσης ἐν τῆι τρίψει γίγνεσθαι ἂν ἕκαστα φανερὰ ἀφαιρουμένων

τῶν πρώτων τὰ ὑπ’ ἄλληλα τεθέντα τῶν μιχθέντων· ὧν

οὐδέτερον συμβαίνειν. (8) διὰ τούτων δὲ τῶν τρόπων κἂν εἶναι

πολλὰ κἂν ἡμῖν ὤιετο φαίνεσθαι μόνως. ὥστε ἐπειδὴ οὐχ

οἷόν τε οὕτως, οὐδὲ πολλὰ δυνατὸν εἶναι τὰ ὄντα, ἀλλὰ

ταῦτα δοκεῖν οὐκ ὀρθῶς. πολλὰ γὰρ καὶ ἄλλα κατὰ τὴν

αἴσθησιν φαντάζεσθαι [ἀπατᾶν]· λόγον δ’ οὔτ’ ἐκεῖν’ αἱρεῖν,

ταῦτα γίγνεσθαι, οὔτε πολλὰ εἶναι τὸ ὄν, ἀλλὰ ἓν ἀίδιόν τε καὶ

ἄπειρον καὶ πάντη ὅμοιον αὐτὸ αὑτῶι. (9) ἆρ’ οὖν δεῖ πρῶτον

μὲν μὴ πᾶσαν λαβόντα δόξαν ἄρχεσθαι, ἀλλ’ αἳ μά-

λιστά εἰσι βέβαιοι; ὥστ’ εἰ μὲν ἅπαντα τὰ δοκοῦντα μὴ ὀρ-

θῶς ὑπολαμβάνεται, οὐθὲν ἴσως προσήκει οὐδὲ τούτωι προσ-

χρῆσθαι τῶι δόγματι, <ὅτι> οὐκ ἄν ποτε οὐδὲν γένοιτο ἐκ μηδενός. 

μία γάρ τίς ἐστι δόξα, καὶ αὕτη τῶν οὐκ ὀρθῶν, ἣν ἐκ τοῦ

αἰσθάνεσθαί πως ἐπὶ πολλῶν πάντως ὑπειλήφαμεν. (10) εἰ δὲ

μὴ ἅπαντα ψευδῆ τὰ ἡμῖν φαινόμενα, ἀλλά τινές εἰσι

καὶ τούτων ὀρθαὶ ὑπολήψεις, ἢ ἐπιδείξαντα, ὅτι αὗται τοιαῦται, ἢ

τὰς μάλιστα δοκούσας ὀρθάς, ταύτας ληπτέον· ἃς ἀεὶ βε-

βαιοτέρας εἶναι δεῖ ἢ αἳ μέλλουσιν ἐξ ἐκείνων τῶν λόγων

δειχθήσεσθαι. (11) εἰ γὰρ καὶ εἶεν δύο δόξαι ὑπεναντίαι ἀλ-

λήλαις, ὥσπερ οἴεται (εἰ μὲν πολλά, γενέσθαι φησὶν ἀνάγκην

εἶναι ἐκ μὴ ὄντων· εἰ δὲ τοῦτο μὴ οἷόν τε, οὐκ εἶναι τὰ

ὄντα πολλά· ἀγένητον γὰρ ὄν, εἴ τι ἔστιν, ἄπειρον εἶναι.

εἰ δ’ οὕτως, καὶ ἕν), ὁμοίως μὲν δὴ ἡμῖν ὁ<μολογουμένων> ἀμφοτέρων π<ροτάσεων>

οὐδὲν μᾶλλον, ὅτι ἓν ἢ ὅτι πολλά, δείκνυται. εἰ δὲ βέβαιος

μᾶλλον ἡ ἑτέρα, τἀπὸ ταύτης ξυμπερανθέντα μᾶλλον δέ-

δεικται. (12) τυγχάνομεν δὲ ἔχοντες ἀμφοτέρας τὰς ὑπο-

λήψεις ταύτας, καὶ ὡς ἂν οὐ γένοιτ’ ἂν οὐδὲν ἐκ μηδενὸς [ὄντος]

<καὶ ὡς> πολλά τε καὶ κινούμενά [μέν] ἐστι τὰ ὄντα. ἀμφοῖν

δὲ πιστὴ μᾶλλον αὕτη, καὶ θᾶττον ἂν πρόοιντο πάντες

εἶναι τὰς φάσεις, καὶ ἀδύνατον γίγνεσθαί τε ἐκ μὴ ὄντος

καὶ μὴ πολλὰ εἶναι τὰ πράγματα, ἐλέγχοιτο μὲν ἂν

ὑπ’ ἀλλήλων ταῦτα. (13) ἀλλὰ τί μᾶλλον οὕτως ἂν ἔχοι; ἴσως

τε κἂν φαίη τις τούτοις τἀναντία. οὔτε γὰρ δείξας ὅτι

ὀρθὴ δόξα, ἀφ’ ἧς ἄρχεται, οὔτε μᾶλλον βέβαιον ἢ περὶ

ἧς δείκνυσι λαβών, διελέχθη. μᾶλλον γὰρ ὑπολαμβάνεται

εἰκὸς εἶναι γίγνεσθαι ἐκ μὴ ὄντος ἢ μὴ πολλὰ εἶναι. (14) λέ-

γεταί τε καὶ σφόδρα ὑπὲρ αὐτῶν γίγνεσθαί τε τὰ μὴ

ὄντα, καὶ δὴ γεγονέναι πολλὰ ἐκ μὴ ὄντων, καὶ οὐχ ὅτι

οἱ τυγχάνοντες, ἀλλὰ καὶ τῶν δοξάντων τινὲς εἶναι σοφῶν

εἰρήκασιν. (15) αὐτίκα δ’ ῾Ησίοδος ‘πάντων μὲν πρῶτον, φησί,

Χάος ἐγένετο, αὐτὰρ ἔπειτα Γαῖα εὐρύστερνος, πάντων ἕδος

ἀσφαλὲς αἰεὶ ἠδ’ ῎Ερος, ὃς πάντεσσι μεταπρέπει ἀθανάτοι-

σι’ [Theog. 116. 117. 120]. τὰ δ’ ἄλλα φησὶ γενέσθαι <ἐκ τούτων>, ταῦτα δὲ ἐξ οὐδενός. πολ-

λοὶ δὲ καὶ ἕτεροι εἶναι μὲν οὐδέν φασι, γίγνεσθαι δὲ πάντα,

λέγοντες οὐκ ἐξ ὄντων γίγνεσθαι τὰ γιγνόμενα. οὐδὲ 

γὰρ ἂν ἔτι αὐτοῖς ἅπαντα γίγνοιτο. ὥστε τοῦτο μὲν

δῆλον, ὅτι ἐνίοις γε δοκεῖ καὶ ἐξ οὐκ ὄντων ἂν γενέσθαι.

     c. 2. (1) ἀλλ’ ἆρα, εἰ μὲν δυνατά ἐστιν ἢ ἀδύνατα ἃ λέγει,

ἐατέον, τὸ δὲ πότερον συμπεραίνεται αὐτὰ ἐξ ὧν λαμβά-

νει, ἢ οὐδὲν κωλύει καὶ ἄλλως ἔχειν, ἱκανὸν σκέψασθαι;

ἕτερον γὰρ ἄν τι τοῦτ’ ἴσως ἐκείνου εἴη. (2) καὶ πρώτου τεθέντος,

ὃ πρῶτον λαμβάνει, μηδὲν γενέσθαι ἂν ἐκ μὴ ὄντος, ἆρα

ἀνάγκη ἀγένητα ἅπαντα εἶναι, ἢ οὐδὲν κωλύει γεγονέναι

ἕτερα ἐξ ἑτέρων, καὶ τοῦτο εἰς ἄπειρον ἰέναι; (3) ἢ καὶ ἀνα-

κάμπτειν κύκλωι, ὥστε τὸ ἕτερον ἐκ τοῦ ἑτέρου γεγονέναι, ἀεί

τε οὕτως ὄντος τινὸς καὶ ἀπειράκις ἑκάστων γεγενημένων ἐξ

ἀλλήλων; (4) ὥστε οὐδὲν ἂν κωλύοι τὸ ἅπαντα γεγονέναι κει-

μένου τοῦ μηδὲν γενέσθαι ἂν ἐκ μὴ ὄντος, καὶ ἄπειρα

ὄντα πρὸς ἐκεῖνον προσαγορεῦσαι οὐδὲν κωλύει τῶν τῶι

ἑνὶ ἑπομένων ὀνομάτων. τὸ ἅπαντα γὰρ εἶναι καὶ λέγεσθαι

καὶ ἐκεῖνος τῶι ἀπείρωι προσάπτει. οὐδέν τε κωλύει, καὶ μὴ

ἀπείρων ὄντων, κύκλωι αὐτῶν εἶναι τὴν γένεσιν. (5) ἔτι εἰ

ἅπαντα γίγνεται, ἔστι δὲ οὐδέν, ὥς τινες λέγουσι, πῶς ἂν

ἀίδια εἴη; ἀλλὰ γὰρ τοῦ μὲν εἶναί τι ὡς ὄντος καὶ

κειμένου διαλέγεται. εἰ γάρ, φησί, μὴ ἐγένετο, ἔστιν δέ,

ἀίδιον ἂν εἴη, ὡς δέον ὑπάρχειν τὸ εἶναι τοῖς πράγμασιν. (6) ἔτι εἰ

καὶ ὅτι μάλιστα μήτε τὸ μὴ ὂν ἐνδέχεται γενέσθαι μήτε

ἀπολέσθαι τὸ [μὴ] ὄν, ὅμως τί κωλύει τὰ μὲν γενόμενα

αὐτῶν εἶναι, τὰ δ’ ἀίδια, ὡς καὶ ᾿Εμπεδοκλῆς [31 B 12] λέγει;

ἅπαντα γὰρ κἀκεῖνος ταῦτα ὁμολογήσας, ὅτι ‘ἔκ τε τοῦ μὴ

ὄντος ἀμήχανόν ἐστι γενέσθαι, τό τε ὂν ἐξόλλυσθαι ἀνή-

νυστον καὶ ἄπρηκτον, ἀεὶ γὰρ τῆ γ’ ἔσται, ὅπη κέ τις αἰὲν

ἐρείδηι’, ὅμως τῶν ὄντων τὰ μὲν ἀίδιά φησιν εἶναι, πῦρ

καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα, τὰ δ’ ἄλλα γίγνεσθαί τε καὶ

γεγονέναι ἐκ τούτων. (7) οὐδεμία γὰρ ἑτέρα, ὡς οἴεται, γένεσίς

ἐστι τοῖς οὖσιν, “ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων ἐστί· φύσις δ’ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισιν” [31 B 8, 3. 4]. (8) τὴν

δὲ γένεσιν οὐ πρὸς οὐσίαν τοῖς ἀιδίοις καὶ τῶι ὄντι γίγνεσθαι λέ-

γει, ἐπεὶ τοῦτό γε ἀδύνατον ὤιετο. πῶς γὰρ ἄν, φησί,

καὶ ‘ἐπαυξήσειε τὸ πᾶν τί τε καὶ πόθεν ἐλθόν’ [31 B 17, 32]; ἀλλὰ

μισγομένων τε καὶ συντιθεμένων πυρὸς καὶ τῶν μετὰ πυρὸς 

γίγνεσθαι τὰ πολλά, διαλλαττομένων τε καὶ διακρινομέ-

νων φθείρεσθαι πάλιν, καὶ εἶναι τῆι μὲν μίξει πολλά ποτε

καὶ τῆι διακρίσει, τῆι δὲ φύσει τέτταρα ἄνευ τῶν αἰτίων ἢ

ἕν. (9) ἢ εἰ καὶ ἄπειρα εὐθὺς ταῦτα εἴη, ἐξ ὧν συντιθεμένων

γίγνεται, διακρινομένων δὲ φθείρεται, ὡς καὶ τὸν ᾿Αναξα-

γόραν φασί τινες λέγειν ἐξ ἀεὶ ὄντων καὶ ἀπείρων τὰ γι-

γνόμενα γίγνεσθαι, κἂν οὕτως οὐκ ἂν εἴη ἀίδια πάντα, ἀλλὰ

καὶ γιγνόμενα ἄττα καὶ γενόμενά τ’ ἐξ ὄντων καὶ φθει-

ρόμενα εἰς οὐσίας τινὰς ἄλλας. (10) ἔτι οὐδὲν κωλύει μίαν τινὰ

οὖσαν τὸ πᾶν μορφήν, ὡς καὶ ὁ ᾿Αναξίμανδρος καὶ ὁ

᾿Αναξιμένης λέγουσιν, ὁ μὲν ὕδωρ εἶναι φάμενος τὸ πᾶν,

ὁ δέ, ὁ ᾿Αναξιμένης, ἀέρα, καὶ ὅσοι ἄλλοι οὕτως εἶναι τὸ

πᾶν ἓν ἠξιώκασιν, τοῦτο ἤδη σχήμασί τε καὶ πλήθει καὶ

ὀλιγότητι, καὶ τῶι μανὸν ἢ πυκνὸν γίγνεσθαι, πολλὰ καὶ

ἄπειρα ὄντα τε καὶ γιγνόμενα ἀπεργάζεσθαι, τὸ ὅλον. (11) φησὶ

δὲ καὶ ὁ Δημόκριτος τὸ ὕδωρ τε καὶ τὸν ἀέρα ἕκαστόν τε

τῶν πολλῶν, ταὐτὸ ὄν, ῥυθμῶι διαφέρειν. (12) τί δὴ κλύει καὶ

οὕτως τὰ πολλὰ γίγνεσθαί τε καὶ ἀπόλλυσθαι, ἐξ ὄντος

ἀεὶ εἰς ὂν μεταβάλλοντος ταῖς εἰρημέναις διαφοραῖς τοῦ

ἑνός, καὶ οὐδὲν οὔτε πλέονος οὔτε ἐλάττονος γιγνομένου τοῦ

ὅλου; ἔτι τί κωλύει ποτὲ μὲν ἐξ ἄλλων τὰ σώματα γίγνεσθαι

καὶ διαλύεσθαι εἰς σώματα, οὕτως δ’ ἀεὶ ἀναλυόμενα κατ’ ἴσα γί-

γνεσθαί τε καὶ ἀπόλλυσθαι πάλιν; (13) εἰ δὲ καὶ ταῦτά τις

συγχωροίη, καὶ εἴη τε καὶ ἀγένητον εἴη, τί μᾶλλον ἄπει-

ρον δείκνυται; ἄπειρον γὰρ εἶναί φησιν, εἰ ἔστι μέν, μὴ

γέγονε δέ· πέρατα γὰρ εἶναι τὴν τῆς γενέσεως ἀρχήν τε

καὶ τελευτήν. (14) καίτοι τί κωλύει ἀγένητον ὂν ἔχειν πέρας

ἐκ τῶν εἰρημένων; εἰ γὰρ ἐγένετο, ἀρχὴν ἔχειν ἀξιοῖ ταύ-

την ὅθεν ἤρξατο γιγνόμενον. τί δὴ κωλύει, καὶ εἰ μὴ

ἐγένετο, ἔχειν ἀρχήν, οὐ μέντοι γε ἐξ ἧς γε ἐγένετο, ἀλλὰ

καὶ ἑτέραν, καὶ εἶναι περαίνοντα πρὸς ἄλληλα ἀίδια ὄντα;

(15) ἔτι τί κωλύει τὸ μὲν ὅλον ἀγένητον ὂν ἄπειρον εἶναι, τὰ

δὲ ἐν αὐτῶι γιγνόμενα πεπεράνθαι, ἔχοντα ἀρχὴν καὶ τε-

λευτὴν γενέσεως; ἔτι καὶ ὡς ὁ Παρμενίδης φησί, τί κω-

λύει καὶ τὸ πᾶν ἓν ὂν καὶ ἀγένητον ὅμως πεπεράνθαι, καὶ

εἶναι “πάντοθεν εὐκύκλου σφαίρας ἐναλίγκιον ὄγκωι, μεσσό-

θεν ἰσοπαλὲς πάντη· τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιό-

τερον πελέμεν χρεών ἐστι τῆ ἢ τῆ” [28 B 8, 43—45]. (16) ἔχον δὲ μέσον καὶ

ἔσχατα, πέρας ἔχει ἀγένητον ὄν, ἐπεὶ εἰ καί, ὡς αὐτὸς

λέγει, ἕν ἐστι, καὶ τοῦτο σῶμα, ἔχει ἄλλα ἑαυτοῦ μέρη,

τὰ δὲ ὅμοια πάντα. (17) καὶ γὰρ ὅμοιον οὕτω λέγει τὸ πᾶν

εἶναι οὐχὶ ὡς ἄλλωι τινί (ὅπερ ᾿Αναξαγόρας ἐλέγχει ὅτι ὅμοιον

τὸ ἄπειρον· τὸ γὰρ ὅμοιον ἑτέρωι ὅμοιον, ὥστε δύο ἢ πλείω

ὄντα οὐκ ἂν ἓν οὐδὲ ἄπειρον εἶναι), ἀλλ’ ἴσως τὸ ὅμοιον πρὸς

αὑτὸ λέγει, καί φησιν αὐτὸ ὅμοιον εἶναι πᾶν, ὅτι ὁμοιο-

μερές, ὕδωρ ὂν ἅπαν ἢ γῆ ἢ εἴ τι τοιοῦτον ἄλλο. (18) δῆλος

γὰρ οὕτως ἀξιῶν εἶναι ἕν, τῶν δὲ μερῶν ἕκαστον σῶμα ὂν

οὐκ ἄπειρόν ἐστι· τὸ γὰρ ὅλον ἄπειρον. ὥστε ταῦτα περαί-

νει πρὸς ἄλληλα ἀγένητα ὄντα. (19) ἔτι εἰ ἀίδιόν τε καὶ ἄπει-

ρόν ἐστι, πῶς ἂν εἴη ἓν σῶμα ὄν; εἰ μὲν γὰρ <τῶν> ἀνομοιο-

μερῶν εἴη, πολλά, καὶ αὐτὸς οὕτω γ’ <ἂν> εἶναι ἀξιοῖ. εἰ δὲ

ἅπαν ὕδωρ ἢ ἅπαν γῆ, ἢ ὅτι δὴ τὸ ὂν τοῦτ’ ἐστί, πόλλ’

ἂν ἔχοι μέρη (ὡς καὶ Ζήνων ἐπιχειρεῖ ὂν δεικνύναι τὸ

οὕτως ὂν ἕν), εἴη οὖν ἂν καὶ πλείον’ ἄττα αὐτοῦ μέρη, ἐλάττον’ ὄντα

καὶ μικρότερ’ ἄλλα <ἄλλων, ὥσ>τε πάντη ἂν ταύτη ἀλλοῖον εἴη

οὐδενὸς προσγιγνομένου σώματος οὐδ’ ἀπογιγνομένου. (20) εἰ δὲ

μήτε σῶμα μήτε πλάτος μήτε μῆκος ἔχον μηδέν, πῶς ἂν

ἄπειρον <τὸ> ἓν εἴη; <ἢ> τί κωλύει πολλὰ καὶ ἀνάριθμα τοιαῦτα

εἶναι; (21) <ἔτι> τί κωλύει καὶ πλείω ὄντα ἑνὸς μεγέθει ἄπειρα εἶναι;

ὡς καὶ ὁ Ξενοφάνης [21 A 47] ἄπειρον τό τε βάθος τῆς γῆς καὶ τοῦ

ἀέρος φησὶν εἶναι. δηλοῖ δὲ καὶ ὁ ᾿Εμπεδοκλῆς· ἐπιτιμᾶι

γὰρ ὡς λεγόντων τινῶν τοιαῦτα, ἀδύνατον εἶναι οὕτως ἐχόν-

των ξυμβαίνειν αὐτά, “εἴπερ ἀπείρονα γῆς τε βάθη καὶ

δαψιλὸς αἰθήρ, ὡς διὰ πολλῶν δὴ βροτέων ῥηθέντα μα-

ταίως ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων” [31 B 39]. (22) ἔτι

ἓν ὂν οὐδὲν ἄτοπον, εἰ μὴ πάντη ὅμοιόν ἐστιν. εἰ γάρ ἐστιν

ὕδωρ ἅπαν ἢ πῦρ ἢ ὅτι δὴ ἄλλο τοιοῦτον, οὐδὲν κωλύει

πλείω εἰπεῖν τοῦ ὄντος ἑνὸς εἴδη, ἰδίαι ἕκαστον ὅμοιον αὐτὸ

ἑαυτῶι. (23) καὶ γὰρ μανόν, τὸ δὲ πυκνὸν εἶναι, μὴ ὄντος ἐν

τῶι μανῶι κενοῦ, οὐδὲν κωλύει. ἐν γὰρ τῶι μανῶι οὐκ ἔστιν ἔν 

τισι μέρεσι χωρὶς ἀποκεκριμένον τὸ κενόν, ὥστε τοῦ ὅλου

τὸ μὲν πυκνόν, <τὸ δὲ μὴ πυκνὸν> εἶναι (καὶ τοῦτ’ ἤδη ἐστὶ μανόν, τὸ πᾶν οὕτως

ἔχον), ἀλλ’ ὁμοίως ἅπαν πλῆρες ὂν ὁμοίως ἧττον πλῆρές

ἐστι τοῦ πυκνοῦ. (24) εἰ δὲ καὶ ἔστιν <καὶ> ἀγένητόν ἐστι, κἂν διὰ

τοῦτο ἄπειρον δοθείη εἶναι καὶ μηδὲ ἐνδέχεσθαι ἄλλο καὶ

ἄλλο [ἄπειρον] εἶναι, διὰ τί καὶ ἓν τοῦτο ἤδη προσαγο-

ρευτέον καὶ ἀκίνητον; *** πῶς γάρ, εἰ τὸ ἄπειρον ὅλον εἴη, τὸ

κενὸν μὴ ὅλον ὂν οἷόν τε εἶναι; (25) ἀκίνητον δ’ εἶναί φησιν,

εἰ κενὸν μὴ ἔστιν· ἅπαντα γὰρ κινεῖσθαι τῶι ἀλλάττειν

τόπον. (26) πρῶτον μὲν οὖν τοῦτο πολλοῖς οὐ συνδοκεῖ, ἀλλ’

εἶναί τι κενόν, οὐ μέντοι τοῦτό γέ τι σῶμα εἶναι, ἀλλ’ οἷον

καὶ ὁ ῾Ησίοδος ἐν τῆι γενέσει πρῶτον τὸ χάος φησὶ γενέ-

σθαι, ὡς δέον χώραν πρῶτον ὑπάρχειν τοῖς οὖσι· τοιοῦτον δέ

τι καὶ τὸ κενὸν οἷον ἀγγεῖόν τι, <οὗ τὸ> ἀνὰ μέσον εἶναι ζητοῦμεν.

(27) ἀλλὰ δὴ καὶ εἰ μὴ ἔστι κενὸν μηδέν, <οὐδέν> τι ἧσσον ἂν κινοῖτο.

ἐπεὶ καὶ ᾿Αναξαγόρας τὸ πρὸς αὐτὸ πραγματευθείς, καὶ οὐ

μόνον ἀποχρῆσαν αὐτῶι ἀποφήνασθαι ὅτι οὐκ ἔστιν, ὅμως

κινεῖσθαί φησι τὰ ὄντα οὐκ ὄντος κενοῦ. (28) ὁμοίως δὲ καὶ ὁ

᾿Εμπεδοκλῆς κινεῖσθαι μὲν ἀεί φησι συγκρινόμενα τὸν

ἅπαντα ἐνδελεχῶς χρόνον, <κενὸν> δὲ οὐδὲν εἶναι, λέγων ὡς “τοῦ παντὸς δ(ὲ)

οὐδὲν κενεόν· πόθεν οὖν τί κ’ ἐπέλθοι;” [31 B 14] ὅταν δὲ εἰς μίαν μορ-

φὴν συγκριθῆι, ὥσθ’ ἓν εἶναι, ‘οὐδέν, φησί, τό γε κενεὸν πέλει

οὐδὲ περισσόν’ [31 B 13]. (29) τί γὰρ κωλύει εἰς ἄλληλα φέρεσθαι καὶ

περιίστασθαι ἅμα ὁτουοῦν εἰς ἄλλο, καὶ τούτου εἰς ἕτερον, καὶ

εἰς τὸ πρῶτον ἄλλου μεταβάλλοντος ἀεί; (30) τί καὶ τὴν ἐν

τῶι αὐτῶι μένοντος τοῦ πράγματος τόπωι τοῦ εἴδους με-

ταβολήν, ἣν ἀλλοίωσιν οἵ τ’ ἄλλοι κἀκεῖνος λέγει, ἐκ

τῶν εἰρημένων αὐτῶι κωλύει κινεῖσθαι τὰ πράγματα, ὅταν

ἐκ λευκοῦ μέλαν ἢ ἐκ πικροῦ γίγνηται γλυκύ; οὐδὲν γὰρ τὸ

μὴ εἶναι κενὸν ἢ μὴ δέχεσθαι τὸ πλῆρες ἀλλοιοῦσθαι κωλύει.

(31) ὥστ’ οὔθ’ ἅπαν οὔτε ἀίδιον [οὔθ’ ἓν] οὔτ’ ἄπειρον ἀνάγκη εἶναι (ἀλλ’

<εἰ ἄρα,> ἄπειρα πολλά), οὔτε ἕν, <οὔ>θ’ ὅμοιον, οὔτ’ ἀκίνητον. οὔτ’ εἰ ἓν

οὔτ’ εἰ πόλλ’ ἄττα. τούτων δὲ κειμένων καὶ μετακοσμεῖσθαι καὶ 

     ἑτεροιοῦσθαι τὰ ὄντα οὐδὲν ἂν κωλύοι ἐκ τῶν ὑπ’ ἐκείνου εἰρημέ-

νων, καὶ ἑνὸς ὄντος τοῦ παντὸς κινήσεως οὔσης, καὶ πλήθει καὶ

     ὀλιγότητι διαφέροντος, καὶ ἀλλοιουμένου οὐδενὸς προσγιγνομένου

     οὐδ’ ἀπογιγνομένου σώματος, καὶ εἰ πολλά, συμμισγομένων

     καὶ διακρινομένων ἀλλήλοις. (32) τὴν γὰρ μίξιν οὔτ’ ἐπιπρόσ-

     θησιν τοιαύτην εἶναι οὔτε σύνθεσιν εἰκὸς οἵαν λέγει, ὥστε ἢ

χωρὶς εὐθὺς εἶναι, ἢ καὶ ἀποτριφθέντων ὅσ’ ἐπίπροσθεν ἕτερα ἑτέ-

     ρων φαίνεσθαι χωρὶς ἀλλήλων ταῦτα, ἀλλ’ οὕτως συγκεῖσθαι

     ταχθέντα ὥστε ὁτιοῦν τοῦ μιγνυμένου παρ’ ὁτιοῦν ὧι μίγνυ<ται γίγνε>σθαι μέ-

ρος οὕτως, ὥσ<τε> μὴ ἂν ληφθῆναι συγκείμενα, ἀλλὰ μεμιγμένα.

     μηδ’ ὁποσαοῦν αὐτοῦ μέρη. ἐπεὶ γὰρ οὐκ ἔτι σῶμα [τὸ] ἐλά-

     χιστον, ἅπαν ἅπαντι μέρος μέρος μέμικται ὁμοίως καὶ τὸ ὅλον.

     HIPP. de nat. hom. 1 [VI 34 L.] ἀλλ’ ἔμοιγε δοκέουσιν οἱ τοιοῦτοι ἄνθρω-

ποι αὐτοὶ σφᾶς αὐτοὺς καταβάλλειν ἐν τοῖσιν ὀνόμασι. τῶν λόγων αὐτῶν ὑπὸ

ἀσυνεσίης, τὸν δὲ Μελίσσου λόγον ὀρθοῦν. GAL. CMG V 9, 1, 17, 16 φανερῶς οὖν

ἐν τούτωι τῶι λόγωι παντὶ τοῖς ἕν τι μόνον τῶν τεσσάρων στοιχείων ἡγουμένοις

εἶναι τὸν ἄνθρωπον ἀντιλέγει καί φησιν αὐτοὺς ἁμαρτάνειν. <οὐχ> ὅτι γὰρ μηδὲν

ἀποδεικνύουσιν, <ἀλλ’> ἐσχάτως ἀπίθανος ἦν ὁ λόγος αὐτῶν· ἓν μὲν γάρ τι τῶν τεσ-

σάρων εἶναι τὸν ἄνθρωπον οὐ κατασκευάζουσι, τὸν δὲ Μελίσσου λόγον ὀρθοῦσιν

ἡγουμένου μὲν ἓν εἶναι καὶ αὐτοῦ τούτου, οὐ μὴν ἐκ τῶν τεσσάρων γ’ ἕν τι τού-

των, ἀέρος καὶ γῆς ὕδατός τε καὶ πυρός. ἔοικε δὲ ὁ ἀνὴρ οὗτος ἐννοῆσαι μὲν εἶναί

τινα οὐσίαν κοινὴν ὑποβεβλημένην τοῖς τέσσαρσι στοιχείοις, ἀγένητόν τε καὶ

ἄφθαρτον, ἣν οἱ μετ’ αὐτὸν ὕλην ἐκάλεσαν, οὐ μὴν διηρθρωμένως γε δυνηθῆναι

τοῦτο δηλῶσαι. ταύτην δ’ οὖν αὐτὴν τὴν οὐσίαν ὀνομάζει τὸ ἓν καὶ τὸ πᾶν.

     ARISTOT. Metaph. A 5. 986 b 25 οὗτοι μὲν οὖν, καθάπερ εἴπομεν, ἀφετέοι

πρὸς τὴν νῦν παροῦσαν ζήτησιν, οἱ μὲν δύο καὶ πάμπαν ὡς ὄντες μικρὸν ἀγροι-

κότεροι, Ξενοφάνης καὶ Μ., Παρμενίδης δὲ μᾶλλον βλέπων κτλ. [28 A 24].

Phys. A 3. 186a 6 ἀμφότεροι γὰρ ἐριστικῶς συλλογίζονται, καὶ Μ. καὶ Παρ-

μενίδης· καὶ γὰρ ψευδῆ λαμβάνουσι καὶ ἀσυλλόγιστοί εἰσιν αὐτῶν οἱ λόγοι·

μᾶλλον δ’ ὁ Μελίσσου φορτικὸς καὶ οὐκ ἔχων ἀπορίαν, ἀλλ’ ἑνὸς ἀτόπου δοθέντος

τἆλλα συμβαίνει· τοῦτο δ’ οὐθὲν χαλεπόν.

     Phys. Δ 6. 213b 12 Μ. μὲν οὖν καὶ δείκνυσιν ὅτι τὸ πᾶν ἀκίνητον

ἐκ τούτων· εἰ γὰρ κινήσεται, ἀνάγκη εἶναι, φησί, κενόν, τὸ δὲ κενὸν οὐ τῶν ὄντων.

de gen. et corr. A 8. 325a 2 ἐνίοις γὰρ τῶν ἀρχαίων ἔδοξε τὸ ὂν ἐξ ἀνάγκης ἓν εἶναι

καὶ ἀκίνητον· τὸ μὲν γὰρ κενὸν οὐκ ὄν, κινηθῆναι δ’ οὐκ ἂν δύνασθαι μὴ ὄντος

κενοῦ κεχωρισμένου. οὐδ’ αὖ πολλὰ εἶναι μὴ ὄντος τοῦ διείργοντος. τοῦτο δ’ 

οὐδὲν διαφέρειν, εἴ τις οἴεται μὴ συνεχὲς εἶναι τὸ πᾶν ἀλλ’ ἅπτεσθαι διηιρημένον,

τοῦ φάναι πολλὰ καὶ μὴ ἓν εἶναι καὶ κενόν. εἰ μὲν γὰρ πάντηι διαιρετόν, οὐθὲν

εἶναι ἕν, ὥστε οὐδὲ πολλά, ἀλλὰ κενὸν τὸ ὅλον· εἰ δὲ τῆι μέν, τῆι δὲ μή, πεπλασμένωι τινὶ τοῦτ’ ἐοικέναι· μέχρι πόσου γὰρ καὶ διὰ τί τὸ μὲν οὕτως ἔχει τοῦ ὅλου

καὶ πλῆρές ἐστι, τὸ δὲ διηιρημένον; ἔτι δ’ ὁμοίως ἀναγκαῖον μὴ εἶναι κίνησιν.

ἐκ μὲν οὖν τούτων τῶν λόγων ὑπερβάντες τὴν αἴσθησιν καὶ παριδόντες αὐτὴν ὡς

τῶι λόγωι δέον ἀκολουθεῖν, ἓν καὶ ἀκίνητον τὸ πᾶν εἶναί φασι καὶ ἄπειρον ἔνιοι·

τὸ γὰρ πέρας περαίνειν ἂν πρὸς τὸ κενόν.

     CIC. Ac. II 37, 118 M. hoc quod esset infinitum et inmutabile et fuisse

semper et fore. AET. I 3, 14 [Theodor. IV 8 D. 285]

Μ. δὲ ὁ ᾿Ιθαγένους ὁ Μιλήσιος (so!) τούτου [Parmenides] μὲν ἑταῖρος ἐγένετο, τὴν

δὲ παραδοθεῖσαν διδασκαλίαν ἀκήρατον οὐκ ἐτήρησεν. ἄπειρον γὰρ οὗτος ἔφη τὸν

κόσμον ἐκείνων φάντων πεπερασμένον. II1, 6 (D. 328) Διογένης καὶ Μ. τὸ μὲν πᾶν

ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι.

     ARISTOT. Soph. el. 5. 167b 13 οἷον ὁ Μελίσσου λόγος, ὅτι ἄπειρον τὸ ἅπαν,

λαβὼν τὸ μὲν ἅπαν ἀγένητον (ἐκ γὰρ μὴ ὄντος οὐδὲν ἂν γενέσθαι), τὸ δὲ γενό-

μενον ἐξ ἀρχῆς γενέσθαι. εἰ μὴ οὖν γέγονεν, ἀρχὴν οὐκ ἔχειν τὸ πᾶν, ὥστ’ ἄπειρον.

οὐκ ἀνάγκη δὲ τοῦτο συμβαίνειν· οὐ γὰρ εἰ τὸ γενόμενον ἅπαν ἀρχὴν ἔχει, καὶ

εἴ τι ἀρχὴν ἔχει γέγονεν. 6. 168b 35 ὡς ἐν τῶι Μελίσσου λόγωι, τὸ αὐτὸ εἶναι

λαμβάνει τὸ γεγονέναι καὶ ἀρχὴν ἔχειν, ἢ τὸ ἴσοις γίνεσθαι καὶ ταὐτὸ μέγεθος

λαμβάνειν. ὅτι γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, καὶ τὸ ἔχον ἀρχὴν γεγονέναι ἀξιοῖ,

ὡς ἄμφω ταὐτὰ ὄντα τῶι ἀρχὴν ἔχειν, τό τε γεγονὸς καὶ τὸ πεπερασμένον.

     —Phys. A 2. 185a 32 Μ. δὲ τὸ ὂν ἄπειρόν φησιν εἶναι. ποσὸν ἄρα τι τὸ

ὄν … ὁ γὰρ τοῦ ἀπείρου λόγος τῶι ποσῶι προσχρῆται, ἀλλ’ οὐκ οὐσίαι οὐδὲ τῶι

ποιῶι.

     EPIPHAN. adv. haer. III 2, 12 (D. 590) Μ. ὁ τοῦ ᾿Ιθαγένους Σάμιος τὸ

γένος ἓν τὸ πᾶν ἔφη εἶναι, μηδὲν δὲ βέβαιον ὑπάρχειν τῆι φύσει, ἀλλὰ πάντα εἶναι

φθαρτὰ ἐν δυνάμει.

     AET. I 7, 27 (D. 303) Μ. καὶ Ζήνων τὸ ἓν καὶ πᾶν [sc. θεὸν εἶναι], καὶ

μόνον ἀίδιον καὶ ἄπειρον τὸ ἕν. OLYMPIODOR. de arte sacra (Collection des

Alchym. grecs Berthelot II) p. 81, 3 Ruelle μίαν τοίνυν ἀκίνητον <καὶ>

ἄπειρον ἀρχὴν πάντων τῶν ὄντων ἐδόξαζεν Μέλισσος τὸ θεῖον.

     PHILODEM. Rhet. fr. inc. 3. 7 (II 196 Sudhaus) … οὐδὲ κατὰ Παρμενίδην

καὶ Μέλισσον ἓν τὸ πᾶν λέγοντας εἶναι καὶ διὰ τὸ τὰς αἰσθήσεις ψευδεῖς εἶναι.

ARISTOCL. b. Eus. P. E. XIV 17, 7 ὁ γέ τοι Μ. ἐθέλων ἐπιδεικνύναι διότι τῶν

φαινομένων καὶ ἐν ὄψει τούτων οὐδὲν εἴη τῶι ὄντι, διὰ τῶν φαινομένων ἀπο-

δείκνυσιν αὐτῶν· φησὶ γοῦν· ‘εἰ γὰρ ἔστι γῆ … μαλακὸν σκληρόν’ [30 B

8, 2. 3]. ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοιαῦτα λέγοντος αὐτοῦ καὶ μάλα εἰκότως

ἐπύθετό τις ἄν· ‘ἆρ’ οὖν ὅτι ὃ νῦν θερμόν ἐστι κἄπειτα τοῦτο γίνεται ψυχρὸν

οὐκ αἰσθόμενος ἔγνως;’ ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων. ὅπερ γὰρ ἔφην, εὑρεθείη

ἂν οὐδὲν ἀλλ’ ἢ τὰς αἰσθήσεις ἀναιρῶν καὶ ἐλέγχων διὰ τὸ μάλιστα πιστεύειν

αὐταῖς. 

ΜΕΛΛΙΣΟΥ ΠΕΡΙ ΦΥΣΕΩΣ Η ΠΕΡΙ ΤΟΥ ΟΝΤΟΣ

     SIMPL. Phys. 162, 24 καὶ Μ.

δὲ τὸ ἀγένητον τοῦ ὄντος ἔδειξε τῶι κοινῶι τούτωι χρησάμενος

ἀξιώματι· γράφει δὲ οὕτως· ‘ἀεὶ ἦν ὅ τι ἦν καὶ ἀεὶ ἔσται.

εἰ γὰρ ἐγένετο, ἀναγκαῖόν ἐστι πρὶν γενέσθαι εἶναι

μηδέν· εἰ τοίνυν μηδὲν ἦν, οὐδαμὰ ἂν γένοιτο οὐδὲν

ἐκ μηδενός’.

     — —29, 22. 109, 20 ‘ὅτε τοίνυν οὐκ ἐγένετο, ἔστι

τε καὶ ἀεὶ ἦν καὶ ἀεὶ ἔσται καὶ ἀρχὴν οὐκ ἔχει οὐδὲ 

τελευτήν, ἀλλ’ ἄπειρόν ἐστιν. εἰ μὲν γὰρ ἐγένετο,

ἀρχὴν ἂν εἶχεν (ἤρξατο γὰρ ἄν ποτε γενόμενον) καὶ

τελευτήν (ἐτελεύτησε γὰρ ἄν ποτε γενόμενον)· ὅτε δὲ

μήτε ἤρξατο μήτε ἐτελεύτησεν, ἀεί τε ἦν καὶ ἀεὶ ἔσται

<καὶ> οὐκ ἔχει ἀρχὴν οὐδὲ τελευτήν· οὐ γὰρ ἀεὶ εἶναι

ἀνυστόν, ὅ τι μὴ πᾶν ἔστι’.

     — —109, 29 ὅτι δὲ ὥσπερ τὸ ‘ποτὲ γενόμενον’ [B 2]

πεπερασμένον τῆι οὐσίαι φησίν, οὕτω καὶ τὸ ‘ἀεὶ ὂν’ ἄπειρον

λέγει τῆι οὐσίαι, σαφὲς πεποίηκεν εἰπών· ‘ἀλλ’ ὥσπερ ἔστιν

ἀεί, οὕτω καὶ τὸ μέγεθος ἄπειρον ἀεὶ χρὴ εἶναι’. μέγε-

θος δὲ οὐ τὸ διάστατόν φησι [vgl. B 10].

     — —110, 2 καὶ ἐφεξῆς δὲ τῶι ἀιδίωι τὸ ἄπειρον

κατὰ τὴν οὐσίαν συνέταξεν εἰπών· ‘ἀρχήν τε καὶ τέλος ἔχον

οὐδὲν οὔτε ἀίδιον οὔτε ἄπειρόν ἐστιν’, ὥστε τὸ μὴ ἔχον

ἄπειρόν ἐστιν.

     — —110, 5 ἀπὸ δὲ τοῦ ἀπείρου τὸ ἓν συνε-

λογίσατο ἐκ τοῦ ‘εἰ μὴ ἓν εἴη, περανεῖ πρὸς ἄλλο’. τοῦτο 

δὲ αἰτιᾶται Εὔδημος [fr. 9 Sp.] ὡς ἀδιορίστως λεγόμενον γράφων

οὕτως ‘εἰ δὲ δὴ συγχωρήσειέ τις ἄπειρον εἶναι τὸ ὄν, διὰ τί καὶ

ἕν ἐστιν; οὐ γὰρ δὴ διότι πλείονα, περανεῖ πηι πρὸς ἄλληλα.

δοκεῖ γὰρ ὁ παρεληλυθὼς χρόνος ἄπειρος εἶναι περαίνων πρὸς

τὸν παρόντα. πάντηι μὲν οὖν ἄπειρα τὰ πλείω τάχα οὐκ ἂν εἴη,

ἐπὶ θάτερα δὲ φανεῖται ἐνδέχεσθαι. χρὴ οὖν διορίσαι, πῶς ἄπειρα

οὐκ ἂν εἴη, εἰ πλείω’

     SIMPL. de caelo 557, 14 τοῦ γὰρ αἰσθητοῦ ἐναργῶς εἶναι δο-

κοῦντος, εἰ ἓν τὸ ὄν ἐστιν, οὐκ ἂν εἴη ἄλλο παρὰ τοῦτο. λέγει δὲ

Μ. μὲν ‘εἰ γὰρ <ἄπειρον> εἴη, ἓν εἴη ἄν· εἰ γὰρ δύο εἴη,

οὐκ ἂν δύναιτο ἄπειρα εἶναι, ἀλλ’ ἔχοι ἂν πείρατα

πρὸς ἄλληλα’, Παρμενίδης δὲ ‘οὖλον … ἀγένητον’ [28 B 8, 4].

     —Phys. 111, 18 λέγει δ’ οὖν Μ. οὕτως τὰ πρότερον εἰρη-

μένα συμπεραινόμενος καὶ οὕτως τὰ περὶ τῆς κινήσεως ἐπάγων·

(1) ‘οὕτως οὖν ἀίδιόν ἐστι καὶ ἄπειρον καὶ ἓν καὶ

ὅμοιον πᾶν. (2) καὶ οὔτ’ ἂν ἀπόλοιτο οὔτε μεῖζον

γίνοιτο οὔτε μετακοσμέοιτο οὔτε ἀλγεῖ οὔτε ἀνιᾶται·

εἰ γάρ τι τούτων πάσχοι, οὐκ ἂν ἔτι ἓν εἴη. εἰ γὰρ

ἑτεροιοῦται, ἀνάγκη τὸ ἐὸν μὴ ὁμοῖον εἶναι, ἀλλὰ

ἀπόλλυσθαι τὸ πρόσθεν ἐόν, τὸ δὲ οὐκ ἐὸν γίνεσθαι. 

εἰ τοίνυν τριχὶ μιῆι μυρίοις ἔτεσιν ἑτεροῖον γίνοιτο,

ὀλεῖται πᾶν ἐν τῶι παντὶ χρόνωι. (3) ἀλλ’ οὐδὲ

μετακοσμηθῆναι ἀνυστόν· ὁ γὰρ κόσμος ὁ πρόσθεν

ἐὼν οὐκ ἀπόλλυται οὔτε ὁ μὴ ἐὼν γίνεται. ὅτε δὲ

μήτε προσγίνεται μηδὲν μήτε ἀπόλλυται μήτε ἑτε-

ροιοῦται, πῶς ἂν μετακοσμηθὲν τῶν ἐόντων εἴη; εἰ

μὲν γάρ τι ἐγίνετο ἑτεροῖον, ἤδη ἂν καὶ μετακοσμη-

θείη. (4) οὐδὲ ἀλγεῖ· οὐ γὰρ ἂν πᾶν εἴη ἀλγέον·

οὐ γὰρ ἂν δύναιτο ἀεὶ εἶναι χρῆμα ἀλγέον· οὐδὲ ἔχει

ἴσην δύναμιν τῶι ὑγιεῖ· οὐδ’ ἂν ὁμοῖον εἴη, εἰ ἀλγέοι·

ἀπογινομένου γάρ τευ ἂν ἀλγέοι ἢ προσγινομένου,

κοὐκ ἂν ἔτι ὁμοῖον εἴη. (5) οὐδ’ ἂν τὸ ὑγιὲς ἀλγῆσαι 

δύναιτο· ἀπὸ γὰρ ἂν ὄλοιτο τὸ ὑγιὲς καὶ τὸ ἐόν, τὸ

δὲ οὐκ ἐὸν γένοιτο. (6) καὶ περὶ τοῦ ἀνιᾶσθαι ὡυτὸς

λόγος τῶι ἀλγέοντι. (7) οὐδὲ κενεόν ἐστιν οὐδέν·

τὸ γὰρ κενεὸν οὐδέν ἐστιν· οὐκ ἂν οὖν εἴη τό γε μη-

δέν. οὐδὲ κινεῖται· ὑποχωρῆσαι γὰρ οὐκ ἔχει οὐδαμῆι,

ἀλλὰ πλέων ἐστίν. εἰ μὲν γὰρ κενεὸν ἦν, ὑπεχώρει

ἂν εἰς τὸ κενόν· κενοῦ δὲ μὴ ἐόντος οὐκ ἔχει ὅκηι ὑπο-

χωρήσει. (8) πυκνὸν δὲ καὶ ἀραιὸν οὐκ ἂν εἴη. τὸ

γὰρ ἀραιὸν οὐκ ἀνυστὸν πλέων εἶναι ὁμοίως τῶι

πυκνῶι, ἀλλ’ ἤδη τὸ ἀραιόν γε κενεώτερον γίνεται

τοῦ πυκνοῦ. (9) κρίσιν δὲ ταύτην χρὴ ποιήσασθαι

τοῦ πλέω καὶ τοῦ μὴ πλέω· εἰ μὲν οὖν χωρεῖ τι ἢ 

εἰσδέχεται, οὐ πλέων· εἰ δὲ μήτε χωρεῖ μήτε εἰσδέχε-

ται, πλέων. (10) ἀνάγκη τοίνυν πλέων εἶναι, εἰ

κενὸν μὴ ἔστιν. εἰ τοίνυν πλέων ἐστίν, οὐ κινεῖται.

     SIMPL. de caelo 558, 19 [vgl. A 14] εἰπὼν γὰρ περὶ

τοῦ ὄντος ὅτι ἕν ἐστι καὶ ἀγένητον καὶ ἀκίνητον καὶ μηδενὶ κενῶι

διειλημμένον, ἀλλ’ ὅλον ἑαυτοῦ πλῆρες, ἐπάγει· (1) ‘μέγιστον

μὲν οὖν σημεῖον οὗτος ὁ λόγος, ὅτι ἓν μόνον ἔστιν·

ἀτὰρ καὶ τάδε σημεῖα. (2) εἰ γὰρ ἦν πολλά, τοιαῦτα

χρὴ αὐτὰ εἶναι, οἷόν περ ἐγώ φημι τὸ ἓν εἶναι. εἰ γὰρ

ἔστι γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ καὶ σίδηρος καὶ χρυ-

σός, καὶ τὸ μὲν ζῶον τὸ δὲ τεθνηκός, καὶ μέλαν καὶ

λευκὸν καὶ τὰ ἄλλα, ὅσα φασὶν οἱ ἄνθρωποι εἶναι

ἀληθῆ, εἰ δὴ ταῦτα ἔστι, καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ

ἀκούομεν, εἶναι χρὴ ἕκαστον τοιοῦτον, οἷόν περ τὸ 

πρῶτον ἔδοξεν ἡμῖν, καὶ μὴ μεταπίπτειν μηδὲ γίνεσθαι

ἑτεροῖον, ἀλλὰ ἀεὶ εἶναι ἕκαστον, οἷόν πέρ ἐστιν. νῦν

δέ φαμεν ὀρθῶς ὁρᾶν καὶ ἀκούειν καὶ συνιέναι· (3) δοκεῖ δὲ ἡμῖν τό τε θερμὸν ψυχρὸν γίνεσθαι καὶ τὸ

ψυχρὸν θερμὸν καὶ τὸ σκληρὸν μαλθακὸν καὶ τὸ μαλ-

θακὸν σκληρὸν καὶ τὸ ζῶον ἀποθνήισκειν καὶ ἐκ μὴ

ζῶντος γίνεσθαι, καὶ ταῦτα πάντα ἑτεροιοῦσθαι, καὶ

ὅ τι ἦν τε καὶ ὃ νῦν οὐδὲν ὁμοῖον εἶναι, ἀλλ’ ὅ τε σίδη-

ρος σκληρὸς ἐὼν τῶι δακτύλωι κατατρίβεσθαι ὁμου-

ρέων, καὶ χρυσὸς καὶ λίθος καὶ ἄλλο ὅ τι ἰσχυρὸν

δοκεῖ εἶναι πᾶν, ἐξ ὕδατός τε γῆ καὶ λίθος γίνεσθαι·

ὥστε συμβαίνει μήτε ὁρᾶν μήτε τὰ ὄντα γινώσκειν.

(4) οὐ τοίνυν ταῦτα ἀλλήλοις ὁμολογεῖ. φαμένοις γὰρ

εἶναι πολλὰ καὶ ἀίδια (?) καὶ εἴδη τε καὶ ἰσχὺν ἔχοντα, 

πάντα ἑτεροιοῦσθαι ἡμῖν δοκεῖ καὶ μεταπίπτειν ἐκ

τοῦ ἑκάστοτε ὁρωμένου. (5) δῆλον τοίνυν, ὅτι οὐκ

ὀρθῶς ἑωρῶμεν οὐδὲ ἐκεῖνα πολλὰ ὀρθῶς δοκεῖ εἶναι·

οὐ γὰρ ἂν μετέπιπτεν, εἰ ἀληθῆ ἦν· ἀλλ’ ἦν οἷόν περ

ἐδόκει ἕκαστον τοιοῦτον. τοῦ γὰρ ἐόντος ἀληθινοῦ

κρεῖσσον οὐδέν. (6) ἢν δὲ μεταπέσηι, τὸ μὲν ἐὸν

ἀπώλετο, τὸ δὲ οὐκ ἐὸν γέγονεν. οὕτως οὖν, εἰ πολλὰ

εἴη, τοιαῦτα χρὴ εἶναι, οἷόν περ τὸ ἕν.

     SIMPL. Phys. 87, 6

ὅτι γὰρ ἀσώματον εἶναι βούλεται τὸ ὄν [Mel.], ἐδήλωσεν εἰπών·

‘εἰ μὲν οὖν εἴη, δεῖ αὐτὸ ἓν εἶναι· ἓν δ’ ἐὸν δεῖ αὐτὸ

σῶμα μὴ ἔχειν. εἰ δὲ ἔχοι πάχος, ἔχοι ἂν μόρια, καὶ

οὐκέτι ἓν εἴη.

     — —109, 32 μέγεθος δὲ οὐ τὸ διαστατόν φησιν·

αὐτὸς γὰρ ἀδιαίρετον τὸ ὂν δείκνυσιν· ‘εἰ γὰρ διήιρη-

ται, φησί, τὸ ἐόν, κινεῖται· κινούμενον δὲ οὐκ ἂν εἴη’.

ἀλλὰ μέγεθος τὸ δίαρμα αὐτὸ λέγει τῆς ὑποστάσεως. 

     PALAEPHAT. de incredib. p. 22, 1 Festa ἀεὶ δὲ ἔγωγε ἐπαινῶ τοὺς

συγγραφέας Μέλισσον καὶ Λαμίσκον τὸν Σάμιον

ἐν ἀρχῆι λέγοντας· ‘ἔστιν ἃ ἐγένετο νῦν καὶ <ἀεὶ> ἔσται’. 

Comments

  • No comments yet.
  • Add a comment