ΧΑΡΩΝΟΣ ΚΑΙ ΜΕΝΙΠΠΟΥ
ΧΑΡΩΝ
᾿Απόδος, ὦ κατάρατε, τὰ πορθμεῖα.
ΜΕΝΙΠΠΟΣ
Βόα, εἰ τοῦτό σοι, ὦ Χάρων, ἥδιον.
ΧΑΡΩΝ
᾿Απόδος, φημί, ἀνθ’ ὧν σε διεπορθμεύσαμεν.
ΜΕΝΙΠΠΟΣ
Οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος.
ΧΑΡΩΝ
῎Εστι δέ τις ὀβολὸν μὴ ἔχων;
ΜΕΝΙΠΠΟΣ
Εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δ’ οὐκ ἔχω.
ΧΑΡΩΝ
Καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, ὦ μιαρέ, ἢν
μὴ ἀποδῷς.
ΜΕΝΙΠΠΟΣ
Κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ
κρανίον.
ΧΑΡΩΝ
Μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν.
ΜΕΝΙΠΠΟΣ
῾Ο ῾Ερμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με παρέδωκέ σοι.
ΕΡΜΗΣ
Νὴ Δί’ ὀναίμην γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.
ΧΑΡΩΝ
Οὐκ ἀποστήσομαί σου.
ΜΕΝΙΠΠΟΣ
Τούτου γε ἕνεκα νεωλκήσας τὸ πορθμεῖον παράμενε· πλὴν ἀλλ’ ὅ γε μὴ ἔχω, πῶς ἂν λάβοις;
ΧΑΡΩΝ
Σὺ δ’ οὐκ ᾔδεις κομίζειν δέον;
ΜΕΝΙΠΠΟΣ
῎Ηιδειν μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν;
ΧΑΡΩΝ
Μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;
ΜΕΝΙΠΠΟΣ
Οὐ προῖκα, ὦ βέλτιστε· καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν.
ΧΑΡΩΝ
Οὐδὲν ταῦτα πρὸς πορθμέα· τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ· οὐ θέμις ἄλλως γενέσθαι.
ΜΕΝΙΠΠΟΣ
Οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον.
ΧΑΡΩΝ
Χάριεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρὰ τοῦ Αἰακοῦ προσλάβω.
ΜΕΝΙΠΠΟΣ
Μὴ ἐνόχλει οὖν.
ΧΑΡΩΝ
Δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις.
ΜΕΝΙΠΠΟΣ
Θέρμους, εἰ θέλεις, καὶ τῆς ῾Εκάτης τὸ δεῖπνον.
ΧΑΡΩΝ
Πόθεν τοῦτον ἡμῖν, ὦ ῾Ερμῆ, τὸν κύνα ἤγαγες; οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾄδων οἰμωζόντων ἐκείνων.
ΕΡΜΗΣ
᾿Αγνοεῖς, ὦ Χάρων, ὅντινα ἄνδρα διεπόρθμευσας; ἐλεύθερον ἀκριβῶς· οὐδένος αὐτῷ μέλει. οὗτός ἐστιν ὁ Μένιππος.
ΧΑΡΩΝ
Καὶ μὴν ἄν σε λάβω ποτέ—
ΜΕΝΙΠΠΟΣ
῍Αν λάβῃς, ὦ βέλτιστε· δὶς δὲ οὐκ ἂν λάβοις.