Site logo

Ρώτησαν κάποτε τον Θαλή τον Μιλήσιο «τίς εὐδαίμων;» και εκείνος πολύ φυσικά απάντησε «ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος». Λαμβάνοντας κανείς υπόψιν τα τρία αυτά κριτήρια της ευδαιμονίας μπορεί εύλογα να βεβαιώσει, ότι ο Θαλής υπήρξε ένας άνθρωπος ευδαιμονέστατος. Σε αυτό συνηγόρησε και ο ίδιος ο Απόλλων· ο θεός της μαντικής δύο φορές απεφάνθη περί του Θαλή, ότι είναι εκείνος ο σοφώτατος άνθρωπος επί γης. Πράγματι, η σοφία του Θαλή διαπέρασε 2600 έτη και διαμόρφωσε τον παγκόσμιο πολιτισμό: μαθηματικά, γεωμετρία, μετεωρολογία, φυσική, αστρονομία, μηχανική, γεωπονία, πολιτική φέρουν όλα την σφραγίδα του Θαλή. Ο πρώτος μεγάλος επιστήμων, ο πρώτος γνήσιος φιλόσοφος.

Η προσφορά του δεν έγκειται στον αριθμό των επιστημών που πρώτος αυτός εισήγαγε. Αυτό κάπως κάποτε θα είχε συμβεί. Εκείνο για το οποίο ολόκληρη η ανθρωπότητα του οφείλει αιώνια ευγνωμοσύνη είναι ότι επαναπροσδιόρισε τα όρια του ανθρώπου, χαράσσοντας έναν νέον ορίζοντα για το ανθρώπινο πνεύμα και την ανθρώπινη δραστηριότητα επί της γης εν γένει. Μία δραστηριότητα που δεν φυλακίζεται από τις δεισιδαιμονίες, που δεν κυριαρχείται από τις επιπόλαιες επιθυμίες κάποιου θεού, που δεν είναι έρμαιο της τύχης. Υπήρξε επομένως ο Θαλής, ο πρώτος άνθρωπος της νέας εποχής, μιας εποχής η οποία ακόμη δεν έχει φτάσει στο τέλος της: της δικής μας. (Βασιλική Α. Αποστολίδη, Θαλής ο Μιλήσιος, απόσπασμα)

Διογένους Λαερτίου – Βίος του Θαλή

    ῏Ην τοίνυν ὁ Θαλῆς, ὡς μὲν ῾Ηρόδοτος [I 170] καὶ Δοῦρις [FGrHist. 76 F 74 II 155] καὶ Δημόκριτός [68 B 115a] φασι, πατρὸς μὲν ᾿Εξαμύου, μητρὸς δὲ Κλεοβουλίνης, ἐκ τῶν Θηλιδῶν, οἵ εἰσι Φοίνικες, εὐγενέστατοι τῶν ἀπὸ Κάδμου καὶ ᾿Αγήνορος. (<ἦν δὲ τῶν ἑπτὰ σοφῶν,> καθὰ καὶ Πλάτων [Protag. 343 A] φησί· καὶ πρῶτος σοφὸς ὠνομάσθη ἄρχοντος ᾿Αθήνησι Δαμασίου [582/1], καθ’ ὃν καὶ οἱ ἑπτὰ σοφοὶ ἐκλήθησαν, ὥς φησι Δημήτριος ὁ Φαληρεὺς ἐν τῆι τῶν ᾿Αρχόντων ἀναγραφῆι [FGrHist. 228 F 1 II 960]). ἐπολιτογραφήθη δὲ ἐν Μιλήτωι, ὅτε ἦλθε σὺν Νείλεωι ἐκπεσόντι Φοινίκης· ὡς δ’ οἱ πλείους φασίν, ἰθαγενὴς Μιλήσιος ἦν καὶ γένους λαμπροῦ.

(23) μετὰ δὲ τὰ πολιτικὰ τῆς φυσικῆς ἐγένετο θεωρίας. καὶ κατά τινας μὲν σύγγραμμα κατέλιπεν οὐδέν· ἡ γὰρ εἰς αὐτὸν ἀναφερομένη Ναυτικὴ ἀστρολογία Φώκου λέγεται εἶναι τοῦ Σαμίου. Καλλίμαχος δ’ αὐτὸν οἶδεν εὑρετὴν τῆς ἄρκτου τῆς μικρᾶς λέγων ἐν τοῖς ᾿Ιάμβοις [fr. 94, II 259 Schneid. s. A 3a] οὕτως· ‘καὶ τῆς ἁμάξης … Φοίνικες’, κατά τινας δὲ μόνα δύο συνέγραψε Περὶ τροπῆς καὶ ᾿Ισημερίας [B 3], τὰ ἄλλ’ ἀκατάληπτα εἶναι δοκιμάσας. δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν,  ὥς φησιν Εὔδημος [fr. 94 Speng.] ἐν τῆι περὶ τῶν ᾿Αστρολογουμένων ἱστορίαι· ὅθεν αὐτὸν καὶ Ξενοφάνης [21 B 19] καὶ ῾Ηρόδοτος [I 74] θαυμάζει. μαρτυρεῖ δ’ αὐτῶι καὶ ῾Ηράκλειτος [22 B 38] καὶ Δημόκριτος [68 B 115a].

     (24) ἔνιοι δὲ καὶ αὐτὸν πρῶτον εἰπεῖν φασιν ἀθανάτους τὰς ψυχάς· ὧν ἐστι Χοιρίλος ὁ ποιητής [p. 182 Naeke]. πρῶτος δὲ καὶ τὴν ἀπὸ τροπῆς ἐπὶ τροπὴν πάροδον εὗρεν, καὶ πρῶτος τὸ τοῦ ἡλίου μέγεθος <τοῦ ἡλιακοῦ κύκλου ὥσπερ καὶ τὸ τῆς σελήνης μέγεθος> τοῦ σεληναίου ἑπτακοσιοστὸν καὶ εἰκοστὸν μέρος ἀπεφήνατο κατά τινας. πρῶτος δὲ καὶ τὴν ὑστάτην ἡμέραν τοῦ μηνὸς τριακάδα εἶπεν. πρῶτος δὲ καὶ περὶ φύσεως διελέχθη, ὥς τινες.

     ᾿Αριστοτέλης [de anima A 2. 405a 19] δὲ καὶ ῾Ιππίας [85 B 7] φασὶν αὐτὸν καὶ τοῖς ἀψύχοις μεταδιδόναι ψυχῆς, τεκμαιρόμενον ἐκ τῆς λίθου τῆς μαγνήτιδος καὶ τοῦ ἠλέκτρου. παρά τε Αἰγυπτίων γεωμετρεῖν μαθόντα φησὶ Παμφίλη [fr. 1 FHG III 520] πρῶτον καταγράψαι κύκλου τὸ τρίγωνον ὀρθογώνιον καὶ θῦσαι βοῦν. (25) οἱ δὲ Πυθαγόραν φασίν, ὧν ἐστιν ᾿Απολλόδωρος ὁ λογιστικός [vgl. Diog. VIII 12]. (οὗτος προήγαγεν ἐπὶ πλεῖστον, ἅ φησι Καλλίμαχος ἐν τοῖς ᾿Ιάμβοις [s. A 3a] Εὔφορβον εὑρεῖν τὸν Φρύγα οἶον ‘σκαληνὰ καὶ τρίγωνα’ καὶ ὅσα γραμμικῆς ἔχεται θεωρίας.) δοκεῖ δὲ καὶ ἐν τοῖς πολιτικοῖς ἄριστα βεβουλεῦσθαι. Κροίσου γοῦν πέμψαντος πρὸς Μιλησίους ἐπὶ συμμαχίαι ἐκώλυσεν· ὅπερ Κύρου κρατήσαντος ἔσωσε τὴν πόλιν. καὶ αὐτὸς δέ φησιν, ὡς ῾Ηρακλείδης [Ponticus fr. 47 Voss] ἱστορεῖ, μονήρη αὑτὸν γεγονέναι καὶ ἰδιαστήν. (26) ἔνιοι δὲ καὶ γῆμαι αὐτὸν καὶ Κύβισθον υἱὸν σχεῖν· οἱ δὲ ἄγαμον μεῖναι, τῆς δὲ ἀδελφῆς τὸν υἱὸν θέσθαι. ὅτε καὶ ἐρωτηθέντα, διὰ τί οὐ τεκνοποιεῖ, ‘διὰ φιλοτεκνίαν’ εἰπεῖν. καὶ λέγουσιν ὅτι τῆς μητρὸς ἀναγκαζούσης αὐτὸν γῆμαι ἔλεγεν ‘οὐδέπω καιρός’, εἶτα ἐπειδὴ παρήβησεν ἐγκειμένης εἰπεῖν ‘οὐκέτι καιρός’. φησὶν δὲ καὶ ῾Ιερώνυμος ὁ ῾Ρόδιος ἐν τῶι δευτέρωι Τῶν σποράδην ὑπομνημάτων [fr. 8 Hiller], ὅτι βουλόμενος δεῖξαι ῥάιδιον εἶναι πλουτεῖν, φορᾶς ἐλαιῶν μελλούσης ἔσεσθαι, προνοήσας ἐμισθώσατο τὰ ἐλαιουργεῖα καὶ πάμπλειστα συνεῖλε χρήματα.

     (27) ἀρχὴν δὲ τῶν πάντων ὕδωρ ὑπεστήσατο, καὶ τὸν κόσμον ἔμψυχον καὶ δαιμόνων πλήρη. τάς τε ὥρας τοῦ ἐνιαυτοῦ φασιν αὐτὸν εὑρεῖν καὶ εἰς τριακοσίας ἑξήκοντα πέντε ἡμέρας διελεῖν.

     οὐδεὶς δὲ αὐτοῦ καθηγήσατο, πλὴν ὅτι εἰς Αἴγυπτον ἐλθὼν τοῖς ἱερεῦσι συνδιέτριψεν. ὁ δὲ ῾Ιερώνυμος [fr. 21 Hill.] καὶ ἐκμετρῆσαί φησιν αὐτὸν τὰς πυραμίδας ἐκ τῆς σκιᾶς, παρατηρήσαντα ὅτε ἡμῖν ἰσομεγέθης ἐστίν. συνεβίω δὲ καὶ Θρασυβούλωι τῶι Μιλησίων τυράννωι, καθά φησι Μινύης [FHG II 335, 3]. τὰ δὲ περὶ

τὸν τρίποδα φανερὰ τὸν εὑρεθέντα ὑπὸ τῶν ἁλιέων καὶ διαπεμφθέντα τοῖς σοφοῖς ὑπὸ τοῦ δήμου τῶν Μιλησίων. (28) φασὶ γὰρ ᾿Ιωνικούς τινας νεανίσκους βόλον ἀγοράσαι παρὰ Μιλησίων ἁλιέων. ἀνασπασθέντος δὲ τοῦ τρίποδος ἀμφισβήτησις ἦν, ἕως οἱ Μιλήσιοι ἔπεμψαν εἰς Δελφούς· καὶ ὁ θεὸς ἔχρησεν οὕτως·

ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾶις;

τίς σοφίηι πάντων πρῶτος, τούτου τρίποδ’ αὐδῶ.

διδοῦσιν οὖν Θαλῆι· ὁ δὲ ἄλλωι καὶ ἄλλος ἄλλωι ἕως Σόλωνος· ὁ δὲ ἔφη σοφίαι πρῶτον εἶναι τὸν θεὸν καὶ ἀπέστειλεν εἰς Δελφούς. ταῦτα δὴ ὁ Καλλίμαχος ἐν τοῖς ᾿Ιάμβοις ἄλλως ἱστορεῖ, παρὰ Μαιανδρίου [fr. 3 FHG II 335] λαβὼν τοῦ Μιλησίου. Βαθυκλέα γάρ τινα ᾿Αρκάδα φιάλην καταλιπεῖν καὶ ἐπισκῆψαι ‘δοῦναι τῶν σοφῶν ὀνηΐστωι’ [s. A 3a V. 132]. ἐδόθη δὴ Θαλῆι καὶ κατὰ περίοδον πάλιν Θαλῆι· (29) ὁ δὲ τῶι Διδυμεῖ ᾿Απόλλωνι ἀπέστειλεν εἰπὼν οὕτω κατὰ τὸν Καλλίμαχον [fr. 95, II 260 Schn.]·

Θαλῆς με τῶι μεδεῦντι Νείλεω δήμου

δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον.

τὸ δὲ πεζὸν οὕτως ἔχει· ‘Θαλῆς ᾿Εξαμύου

Μιλήσιος ᾿Απόλλωνι Δελφινίωι ῾

Ελλήνων ἀριστεῖον δὶς λαβών’.

ὁ δὲ περιενεγκὼν τὴν φιάλην τοῦ Βαθυκλέους παῖς Θυρίων ἐκαλεῖτο, καθά φησιν ῎Ελευσις ἐν τῶι Περὶ ᾿Αχιλλέως [F GrHist. 55 F 1 I 296] καὶ ᾿Αλέξων ὁ Μύνδιος ἐν ἐνάτωι Μυθικῶν [FGrHist. 25 F 1 I 189].

     Εὔδοξος δ’ ὁ Κνίδιος καὶ Εὐάνθης ὁ Μιλήσιός [FHG III 2*] φασι τῶν Κροίσου τινὰ φίλων λαβεῖν παρὰ τοῦ βασιλέως ποτήριον χρυσοῦν, ὅπως δῶι τῶι σοφωτάτωι τῶν ῾Ελλήνων· τὸν δὲ δοῦναι Θαλῆι, καὶ περιελθεῖν εἰς Χίλωνα. (30) ὃν πυνθάνεσθαι τοῦ Πυθίου, τίς αὑτοῦ σοφώτερος· καὶ τὸν ἀνειπεῖν Μύσωνα, περὶ οὗ λέξομεν. (τοῦτον οἱ περὶ τὸν Εὔδοξον ἀντὶ Κλεοβούλου τιθέασι, Πλάτων [Protag. 343A] δ’ ἀντὶ Περιάνδρου.) περὶ αὐτοῦ δὴ τάδε ἀνεῖπεν ὁ Πύθιος·

     Οἰταῖόν τινά φημι Μύσων(α) ἐνὶ Χηνὶ γενέσθαι  σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμηισιν. ὁ δὲ ἐρωτήσας ἦν ᾿Ανάχαρσις. Δαΐμαχος δ’ ὁ Πλατωνικὸς [FGrHist. 65 F 6 II 16] καὶ Κλέαρχος [fr. 44c FHG II 317] φιάλην ἀποσταλῆναι ὑπὸ Κροίσου Πιττακῶι καὶ οὕτω περιενεχθῆναι.

     ῎Ανδρων δ’ ἐν τῶι Τρίποδι [fr. 1 FHG II 347] ᾿Αργείους ἆθλον ἀρετῆς τῶι σοφωτάτωι τῶν ῾Ελλήνων τρίποδα θεῖναι· κριθῆναι δὲ ᾿Αριστόδημον Σπαρτιάτην, ὃν  παραχωρῆσαι Χίλωνι. (31) μέμνηται τοῦ ᾿Αριστοδήμου καὶ ᾿Αλκαῖος [fr. 101 Diehl] οὕτως·

ὣς γὰρ δή ποτ’ ᾿Αριστόδαμόν φασ’ οὐκ ἀπάλαμνον ἐν Σπάρται λόγον

εἰπεῖν· χρήματ’ ἀνήρ, πενιχρὸς δ’ οὐδεὶς πέλετ’ ἐσλός.

ἔνιοι δέ φασιν ὑπὸ Περιάνδρου Θρασυβούλωι τῶι Μιλησίων τυράννωι πλοῖον ἔμφορτον ἀποσταλῆναι· τοῦ δὲ περὶ τὴν Κώιαν θάλασσαν ναυαγήσαντος ὕστερον εὑρεθῆναι πρός τινων ἁλιέων τὸν τρίποδα. Φανόδικος [fr. 4 FHG IV 473] δὲ περὶ τὴν ᾿Αθηναίων θάλασσαν εὑρεθῆναι καὶ ἀνενεχθέντα εἰς ἄστυ γενομένης ἐκκλησίας Βίαντι πεμφθῆναι· (32) διὰ τί δέ, ἐν τῶι περὶ Βίαντος [I 82] λέξομεν.

     ἄλλοι φασὶν ἡφαιστότευκτον εἶναι αὐτὸν καὶ δοθῆναι πρὸς τοῦ θεοῦ Πέλοπι γαμοῦντι· αὖθίς τε εἰς Μενέλαον ἐλθεῖν καὶ σὺν τῆι ῾Ελένηι ἁρπασθέντα ὑπὸ ᾿Αλεξάνδρου ῥιφῆναι εἰς τὴν Κώιαν θάλασσαν πρὸς τῆς Λακαίνης, εἰπούσης ὅτι περιμάχητος ἔσται. χρόνωι δὲ Λεβεδίων τινῶν αὐτόθι γρῖφον ὠνησαμένων καταληφθῆναι καὶ τὸν τρίποδα, μαχομένων δὲ πρὸς τοὺς ἁλιέας γενέσθαι τὴν ἄνοδον ἕως τῆς Κῶ· καὶ ὡς οὐδὲν ἤνυτον, τοῖς Μιλησίοις μητροπόλει οὔσηι μηνύουσιν. οἱ δ’ ἐπειδὴ διαπρεσβευόμενοι ἠλογοῦντο, πρὸς τοὺς Κώιους πολεμοῦσι. καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων ἐκπίπτει χρησμὸς δοῦναι τῶι σοφωτάτωι· καὶ ἀμφότεροι συνήινεσαν Θαλῆι. (33) ὁ δὲ μετὰ τὴν περίοδον τῶι Διδυμεῖ τίθησιν ᾿Απόλλωνι. Κώιοις μὲν οὖν τοῦτον ἐχρήσθη τὸν τρόπον·

οὐ πρότερον λήξει νεῖκος Μερόπων καὶ ᾿Ιώνων,

πρὶν τρίποδα χρύσειον, ὃν ῞Ηφαιστος βάλε πόντωι,

ἐκ πόλιος πέμψητε καὶ ἐς δόμον ἀνδρὸς ἵκηται,

ὃς σοφὸς ἦι τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα.

Μιλησίοις δέ·

ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾶις;

καὶ ὡς προείρηται. καὶ τόδε μὲν οὕτως.

     ῞Ερμιππος δ’ ἐν τοῖς Βίοις [fr. 12 FHG III 39] εἰς τοῦτον ἀναφέρει τὸ λεγόμενον ὑπό τινων περὶ Σωκράτους. ἔφασκε γάρ, φασί, τριῶν τούτων ἕνεκα χάριν ἔχειν τῆι Τύχηι· πρῶτον μὲν ὅτι ἄνθρωπος ἐγενόμην καὶ οὐ θηρίον, εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή, τρίτον ὅτι ῞Ελλην καὶ οὐ βάρβαρος. (34) λέγεται δ’ ἀγόμενος ὑπὸ γραὸς ἐκ τῆς οἰκίας, ἵνα τὰ ἄστρα κατανοήσηι, εἰς βόθρον ἐμπεσεῖν καὶ αὐτῶι ἀνοιμώξαντι φάναι τὴν γραῦν· ‘σὺ γάρ, ὦ Θαλῆ, τὰ ἐν ποσὶν οὐ δυνάμενος ἰδεῖν τὰ ἐπὶ τοῦ οὐρανοῦ οἴει γνώσεσθαι;’. οἶδε δ’ αὐτὸν ἀστρονομούμενον καὶ Τίμων, καὶ ἐν τοῖς Σίλλοις [fr. 23 D.] ἐπαινεῖ αὐτὸν λέγων·     

οἷόν θ’ ἑπτὰ Θάλητα σοφῶν σοφὸν ἀστρονόμημα.

τὰ δὲ γεγραμμένα ὑπ’ αὐτοῦ φησι Λόβων ὁ ᾿Αργεῖος [fr. 8 Crön.] εἰς ἔπη

τείνειν διακόσια. ἐπιγεγράφθαι δ’ αὐτοῦ ἐπὶ τῆς εἰκόνος τόδε·

τόνδε Θαλῆν Μίλητος ᾿Ιὰς θρέψασ’ ἀνέδειξεν

ἀστρολόγων πάντων πρεσβύτατον σοφίαι.

(35) τῶν τε ἀιδομένων αὐτοῦ τάδε εἶναι·

οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν·

ἕν τι μάτευε σοφόν,

ἕν τι κεδνὸν αἱροῦ·

λύσεις γὰρ ἀνδρῶν κωτίλων γλώσσας ἀπεραντολόγους.

     φέρεται δὲ καὶ ἀποφθέγματα αὐτοῦ τάδε·

  • πρεσβύτατον τῶν ὄντων θεός· ἀγένητον γάρ.
  • κάλλιστον κόσμος· ποίημα γὰρ θεοῦ.
  • μέγιστον τόπος· ἅπαντα γὰρ χωρεῖ.
  • τάχιστον νοῦς· διὰ παντὸς γὰρ τρέχει.
  • ἰσχυρότατον ἀνάγκη· κρατεῖ γὰρ πάντων.
  • σοφώτατον χρόνος· ἀνευρίσκει γὰρ πάντα.
  • οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν· ‘σὺ οὖν’ ἔφη τις ‘διὰ τί οὐκ ἀποθνήισκεις’; ‘ὅτι’, ἔφη, ‘οὐδὲν διαφέρει’.
  • (36) πρὸς τὸν πυθόμενον τί πρότερον γεγόνοι, νὺξ ἢ ἡμέρα, ‘ἡ νύξ’ ἔφη ‘μιᾶι ἡμέραι πρότερον’.
  • ἠρώτησέ τις αὐτόν, εἰ λήθοι θεοὺς ἄνθρωπος ἀδικῶν· ‘ἀλλ’ οὐδὲ διανοούμενος’ ἔφη. πρὸς τὸν μοιχὸν ἐρόμενον, εἰ ὀμόσειε μὴ μεμοιχευκέναι, ‘οὐ χεῖρον’ ἔφη ‘μοιχείας ἐπιορκία’.
  • ἐρωτηθεὶς τί δύσκολον, ἔφη ‘τὸ ἑαυτὸν γνῶναι’·
  • τί δὲ εὔκολον, ‘τὸ ἄλλωι ὑποθέσθαι’·
  • τί ἥδιστον, ‘τὸ ἐπιτυγχάνειν’·
  • τί τὸ θεῖον, ‘τὸ μήτε ἀρχὴν ἔχον μήτε τελευτήν’.
  • τί δὲ καινὸν εἴη τεθεαμένος, ἔφη· ‘γέροντα τύραννον’.
  • πῶς ἄν τις ἀτυχίαν ῥᾶιστα φέροι, ‘εἰ τοὺς ἐχθροὺς χεῖρον πράσσοντας βλέποι’.
  • πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν, ‘ἐὰν ἃ τοῖς ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ μὴ δρῶμεν’·
  • (37) τίς εὐδαίμων, ‘ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος’.
  • φίλων παρόντων καὶ ἀπόντων μεμνῆσθαί φησι·
  • μὴ τὴν ὄψιν καλλωπίζεσθαι, ἀλλὰ τοῖς ἐπιτηδεύμασιν εἶναι καλόν.
  • ‘μὴ πλούτει’ φησί ‘κακῶς μηδὲ διαβαλλέτω σε λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας’.
  • ‘οὓς ἂν ἐράνους εἰσενέγκηις’ φησί ‘τοῖς γονεῦσιν, τοὺς αὐτοὺς προσδέχου καὶ παρὰ τῶν τέκνων’.
  • τὸν Νεῖλον εἶπε πληθύειν ἀνακοπτομένων τῶν ῥευμάτων ὑπὸ τῶν ἐτησίων ἐναντίων ὄντων.

     φησὶ δ’ ᾿Απολλόδωρος ἐν τοῖς Χρονικοῖς [FGHist. 244 F 28 II 1028] γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς πέμπτης [ἐνάτης ?] ὀλυμπιάδος [640].

(38) ἐτελεύτησε δ’ ἐτῶν ἑβδομήκοντα ὀκτώ (ἤ, ὡς Σωσικράτης [fr. 10 FGH IV 501] φησίν, ἐνενήκοντα)· τελευτῆσαι γὰρ ἐπὶ τῆς πεντηκοστῆς ὀγδόης ὀλυμπιάδος [548—5], γεγονότα κατὰ Κροῖσον, ὧι καὶ τὸν ῞Αλυν ὑποσχέσθαι ἄνευ γεφύρας περᾶσαι, τὸ ῥεῖθρον παρατρέψαντα [546, vgl. auch A 6].     

γεγόνασι δὲ καὶ ἄλλοι Θαλαῖ, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς ῾Ομωνύμοις, πέντε· ῥήτωρ Καλλατιανὸς κακόζηλος· ζωγράφος Σικυώνιος μεγαλοφυής· τρίτος ἀρχαῖος πάνυ κατὰ ῾Ησίοδον καὶ ῞Ομηρον καὶ Λυκοῦργον· (τέταρτος οὖ μέμνηται Δοῦρις ἐν τῶι Περὶ ζωγραφίας [F GrHist. 76 F 31 II 147]· πέμπτος νεώτερος, ἄδοξος, οὖ μνημονεύει Διονύσιος ἐν Κριτικοῖς).

     (39) ὁ δ’ οὖν σοφὸς ἐτελεύτησεν ἀγῶνα θεώμενος γυμνικὸν ὑπό τε καύματος καὶ δίψους καὶ ἀσθενείας, ἤδη γηραιός. καὶ αὐτοῦ ἐπιγέγραπται τῶι μνήματι [Anth. Pal. VII 84]·

ἦ ὀλίγον τόδε σᾶμα—τὸ δὲ κλέος οὐρανόμακες—

τῶ πολυφροντίστω τοῦτο Θάλητος ὅρη.

     ἔστι καὶ παρ’ ἡμῖν ἐς αὐτὸν ἐν τῶι πρώτωι τῶν ᾿Επιγραμμάτων ἢ Παμμέτρωι τόδε τὸ ἐπίγραμμα [Anth. Pal. VII 85]·

γυμνικὸν αὖ ποτ’ ἀγῶνα θεώμενον, ᾿Ηέλιε Ζεῦ,

τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου.

αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς

οὐκέθ’ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.

     (40) τούτου ἐστὶν τὸ Γνῶθι σαυτόν, ὅπερ ᾿Αντισθένης ἐν ταῖς Διαδοχαῖς [FHG III 182*] Φημονόης εἶναί φησιν, ἐξιδιοποιήσασθαι δὲ αὐτὸ Χίλωνα.

Comments

  • No comments yet.
  • Add a comment