Site logo

Οι Δελφικοί Ύμνοι είναι τα εκτενέστερα -και δύο από τα αρχαιότερα-έργα της αρχαίας ελληνικής μουσικής που σώζονται, αν και αποσπασματικά, μέχρι σήμερα , και τα μοναδικά των οποίων σώζονται τα ονόματα και του συνθέτη και του στιχουργού. Οι δύο αυτοί παιάνες συνετέθησαν το 128 π.Χ. και ήταν μέρος του αφιερώματος των Αθηναίων στους Δελφούς για την εορτή της Πυθαΐδος. Τους στίχους έγραψε ο Αθήναιος Αθηναίου και την μουσική σύνθεση ο Λιμήνιος Θοίνου. Ως προς την θεματική τους, αναφέρονται στα κατορθώματα του Απόλλωνα, καθώς και σε διάφορα άλλα περιστατικά της ζωής του που παραδίδονται από την μυθολογία.

Στην σύγχρονη εποχή, μετά και την ανακάλυψή τους το 1893 στους Δελφούς, οι ύμνοι αυτοί έχουν μεταγραφεί στο συγκερασμένο μουσικό σύστημα και έχουν ερμηνευτεί από καλλιτέχνες σε όλον τον κόσμο με σύγχρονα και παραδοσιακά αρχαία ελληνικά μουσικά όργανα.

 

 

 

Πρώτος Δελφικός Ύμνος εις τον Απόλλωνα

 

Κέκλυθ’ Ἑλικῶνα βαθύδενδρον αἵ λάχετε

Διὸς ἐριβρόμου θύγατρες εὐώλενοι,

μόλετε, συνόμαιμον ἵνα Φοῖβον ὠιδαεῖσι

μέλψητε χρυσεοκόμαν, ὅς ἀνὰ δικόρυνβα

Παρνασσίδος τᾶσδε πετέρας ἕδραν

ἅμ’ ἀγάκλυτα ιεῖς Δελφίσιιν, Κασταλίδος

ἐν εὐύδρου νάμματ’ ἐπινίσεται Δελφόν

ἀνὰ πρῶνα μαντεῖον ἐφέπων πάγον.

Ἤν κλυτὰ μεγαλόπολις Ἀθθίς, εὐχαιεῖσι

φερόπλοιο ναίουσα Τριτωνίδος

δάπεδον ἄθραυστον ἁγίοις δὲ βωμοιοῖσιν

Ἅφαιστος αἰείθει νέων μῆρα ταούρων

ὁμοῦ δὲ νιν Ἄραψ ἀτμός ἐς Ὄλυμπον ἀνακίδναται

λιγὺ δὲ Λωτοὸς βρέμων αεἰόλοις

μέλεσιν ὠιδάν κρέκει.

Χρυσέα δ’ ἁδύθρους κίθαρις ὕμνοισιν ἀναμέλπεται.

Ὁ δὲ τεχνιτῶν πρόπας ἑσμός Ἀθθίδα λαχών

τὸν κιθαρίσει κλυτὸν παῖδα μεγάλου Διὸς ὑμνοῦσί σε

παρ’ ἀκρονιφῆ τον δε πάγον, ἄμβροτ’ ἀψευδὲ

ὅς πᾶσι θνατοῖς προφαίνει εις λόγια,

τρίποδα μαντειεῖον ὡς εἷλες,

ἐχθρὸς ὁν ἐφρούρει δράκων,

ὅλεθε οῖσι βέλεσιν

ἔτρησας αἰόλον ἑλικτὰν φυάν,

ἔσθ’ ὁ θηρ συχνὰ συρίγμαθ’ ἱεὶς

ἀθώπευτ’ ἀπέπνευσ’ ὁμῶς

ὡς δὲ Γαλατᾶν Ἄρης βάρβαρος,

τάνδ’ ὁς ἐπὶ γαῖαν ἐπέρασ’ ἀσέπτως,

χιόνος ὤλεθ’ ὑγραῖς βολαῖς.

Ἀλλ’ ἰὼ γένναν…

Κέκλυθ’ Ἑλικῶνα βαθύδενδρον αἵ λάχετε

Διὸς ἐριβρόμου θύγατρες εὐώλενοι,

μόλετε, συνόμαιμον ἵνα Φοιοῖβον ὠιδαεῖσι

μέλψητε χρυσεοκομαν, ὅς ἀνὰ δικόρυνβα

Παρνασσίδος τᾶσδε πετέρας ἕδραν ἅμ’ ἀγακλυταιεῖς

Δελφίσιιν, Κασταλίδος

Δεύτερος Δελφικός Ύμνος εις τον Απόλλωνα

 

[Ἴ]τ’ ἐπὶ τηλέσκοπον τάν[δ]ε Πα[ρνασί]αν [φιλόχορον] (1)

δικόρυφον κλειτύν, ὕμνων κ[ατά]ρχ[ετε δ’ ἐμῶν,

Πιερίδες, αἳ νιφοβόλους πέτρας ναίεθ’ [Ἑλι]κωνίδ̣[ας·]

μέλπετε δὲ Πύθιον χ[ρ]υσοχαίταν ἕ[κατ]ον εὐλύραν

Φοῖβον, ὃν ἔτικτε Λατὼ μάκαιρα πα[ρὰ λίμνᾳ] κλυτᾷ, (5)

χερσὶ γλαυκᾶς ἐλαίας θιγοῦ[σ’ ὄζον ἐν ἀγωνίαι]ς ἐριθα[λῆ.]

Πᾶ[ς δὲ γ]άθησε πόλος οὐράνιος [ἀννέφελος ἀγλαός,]

[ν]ηνέμους δ’ ἔσχεν αἰθὴρ ἀε[λλῶν ταχυπετ]εῖς [δρό]μους,

λῆξε δὲ βαρυβρόμων Νη[ρέως ζαμενὲς ο]ἶδμ’

ἠδὲ μέγας Ὠκεανός, ὃς πέριξ [γᾶν ὑγραῖς ἀγ]κάλαις ἀμπέχει. (10)

Τότε λιπὼν Κυνθίαν νῆσον ἐ[πέβα θεὸ]ς

πρω[τό]καρπον κλυτὰν Ἀτθίδ’ ἐπὶ γαλ[όφῳ πρῶνι] Τριτωνίδος·

μελίπνοον δὲ Λίβυς αὐδὰγ χέω[ν λωτὸς ἀνέμελ]πεν ἁδεῖαν ὄπα μειγνύμενος αἰόλ[οις κιθάριος μέλεσιν, ἅ]μα δ’

ἴαχεν πετροκατοίκητος ἀχ[ὼ Παιὰν ἰὲ Παιάν·] (15)

[ὁ] δὲ γέγαθ’, ὅτι νόῳ δεξάμενος

ἀμβρόταν Δι̣[ὸς ἐπέγνω φρέ]ν’· ἀνθ’ ὧν ἐκείνας ἀπ’ ἀρχᾶς Παιήονα κικλῄσκ[ομεν ἅπας

λ]αὸς α[ὐτο]χθόνων ἠδὲ Βάκχου μέγας θυρσοπλὴ[ξ

ἑσμὸς ἱ]ερὸς τεχνιτῶν ἔνοικος πόλει Κεκροπίᾳ. (20)

Ἀ[λλὰ χρησμ]ῳδὸν ὃς ἔχεις τρίποδα, βαῖν’ ἐπὶ θεοστιβ[έα

τάνδε Π]αρνασίαν δειράδα φιλένθεον.

Ἀμφὶ πλόκ[αμον σὺ δ’ οἰ]νῶ[πα] δάφνας κλάδον πλεξάμενος

ἀπ[λέτους θεμελίους τ’] ἀμβρότᾳ χειρὶ σύρων, ἄναξ,

Γ[ᾶς πελώρῳ συναντᾷς] κόρᾳ. (25)

Ἀλλὰ Λατοῦς ἐρατογ[λέφαρον ἔρνος ἀγρία]ν

παῖδα Γᾶ[ς] τ’ ἔπεφνες ἰοῖς, ὁ[μοῦ τ’ ἀναβοᾷς (?)

ἡ δὲ] πόθον ἔσχε ματρὸς [φίλας ?

..]ηρ ἃ κατέκτ[α]ς οσ[….

[σύ]ριγμ’ ἀπε..ων[… (30)

…] ἐφρούρε[ις δὲ Γᾶ[ς]

[ἱερόν, ὦναξ, παρ’ ὀμφαλόν, ὁ βάρ]βαρος Ἄρης

ὅτε [τε]ὸν μαντόσ[υνον οὐ σεβί-

270

ζων ἕδος πολυκυθ]ὲς λῃζόμενος

ὤλεθ’ ὑγρᾷ χ[ιόνος ἐν ζάλᾳ .] (35)

[Ἀλλ’, ὦ Φοῖβε,] σῷζε θεόκτιστον Παλλάδος [ἄστυ καὶ

λαὸν κλεινόν, σύν] τε θεά,

τόξων δεσπότι Κρησίω[ν]

κυνῶ[ν τ’ Ἄρτεμις, ἠδὲ Λα- (40)

τὼ] κυδίστα· καὶ ναέτας

Δελφῶν τ[ημελεῖθ’ ἅμα τέκνοις συμ]βίοις δώμασιν ἀπταίστους, Βάκχου [θ’ ἱερονίκαισιν εὐμε]νεῖς μόλετε (45)

προσπόλοισ[ι], τάν τε δορί-

[στεπτον κάρτεϊ] Ῥωμαίω[ν]

ἀρχὰν αὔξετ’ ἀγηράτῳ

θάλ[λουσαν φερε]νίκαν. (50)

Comments

  • No comments yet.
  • Add a comment