Ο Αισχύλος (περίπου 525 π.Χ. – 456 π.Χ.) αποτελεί έναν από τους σημαντικότερους αρχαίους Έλληνες τραγικούς ποιητές, εκπροσωπώντας τη δεύτερη γενιά των τραγικών ποιητών της Αθηναϊκής Τραγωδίας. Οι θεατρικές του παραστάσεις, που έχουν φτάσει μέχρι εμάς σε μερικά εκ των έργων του, όπως το “Πέρσαι,” το “Αγαμέμνων,” και το “Ορέστεια,” έχουν επηρεάσει την αρχαία και μεταγενέστερη λογοτεχνία και έχουν ενσωματωθεί στον πολιτιστικό κανόνα.
Ο τρόπος που αντιμετώπισε θέματα όπως οι έννοιες της τιμής, της δικαιοσύνης, και της θρησκείας στις τραγωδίες του τον καθιστά μια σημαντική φυσιογνωμία της αρχαίας ελληνικής φιλοσοφίας και πολιτισμού.
Με τον εκφραστικό και παθιασμένο τρόπο γραφής του, ο Αισχύλος εισήγαγε νέα στοιχεία στη δομή της τραγωδίας, περιλαμβάνοντας πρόλογο, αναγνωριστικές σκηνές και θεατρική πράξη. Η συμβολική και φιλοσοφική προσέγγισή του καθιστά αντικείμενο συνεχούς μελέτης και εκτίμησης, καθώς η τέχνη του αντικατοπτρίζει τις βαθιές ανθρώπινες ανησυχίες και τον πολιτισμικό πλούτο της αρχαίας Ελλάδας.
Η τραγωδία “Πέρσαι” του Αισχύλου, το αρχαιότερο σωζόμενο θεατρικό έργο της ανθρωπότητας, αποτελεί ένα από τα σημαντικότερα πνευματικά δημιουργήματα όλων των εποχών. Γράφτηκε και διδάχθηκε περίπου το 472 π.Χ., μόλις λίγα χρόνια μετά τη ναυμαχία της Σαλαμίνας, όπου οι Έλληνες συνέτριψαν τον περσικό στόλο.
Το έργο αναφέρεται ακριβώς στο ιστορικό αυτό γεγονός. Στην τραγωδία αυτή ο Αισχύλος εστιάζει στους ηττημένους, περιγράφοντας με συγκλονιστικό τρόπο τον βαθύ πόνο και τον θρήνο που ξεσπά στην περσική αυλή, όταν φθάνει εκεί η είδηση της ολοκληρωτικής καταστροφής.
Αυτό το αριστούργημα του ελληνικού θεάτρου επί 25 αιώνες προσφέρεται για πολλαπλές ερμηνείες, αναδεικνύοντας τις πολυεπίπεδες διαστάσεις της ανθρώπινης εμπειρίας διαχρονικά.
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
Τάδε μὲν Περσῶν τῶν οἰχομένων
῾Ελλάδ’ ἐς αἶαν πιστὰ καλεῖται,
καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων
ἑδράνων φύλακες, κατὰ πρεσβείαν
οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς
Δαρειογενὴς
εἵλετο χώρας ἐφορεύειν.
ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
καὶ πολυχρύσου στρατιᾶς ἤδη
κακόμαντις ἄγαν ὀρσολοπεῖται
θυμὸς ἔσωθεν.
πᾶσα γὰρ ἰσχὺς ᾿Ασιατογενὴς
οἴχωκε, νέον δ’ ἄνδρα βαΰζει,
κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς
ἄστυ τὸ Περσῶν ἀφικνεῖται·
οἵτε τὸ Σούσων ἠδ’ ᾿Αγβατάνων
καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος
προλιπόντες ἔβαν, τοὶ μὲν ἐφ’ ἵππων,
τοὶ δ’ ἐπὶ ναῶν, πεζοί τε βάδην
πολέμου στῖφος παρέχοντες·
οἷος ᾿Αμίστρης ἠδ’ ᾿Αρταφρένης
καὶ Μεγαβάτης ἠδ’ ᾿Αστάσπης,
ταγοὶ Περσῶν,
βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,
τοξοδάμαντές τ’ ἠδ’ ἱπποβάται,
φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην
ψυχῆς εὐτλήμονι δόξῃ·
᾿Αρτεμβάρης θ’ ἱππιοχάρμης
καὶ Μασίστρης, ὅ τε τοξοδάμας
ἐσθλὸς ᾿Ιμαῖος Φαρανδάκης θ’,
ἵππων τ’ ἐλατὴρ Σοσθάνης.
ἄλλους δ’ ὁ μέγας καὶ πολυθρέμμων
Νεῖλος ἔπεμψεν· Σουσισκάνης,
Πηγασταγὼν Αἰγυπτογενής,
ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
μέγας ᾿Αρσάμης, τάς τ’ ὠγυγίους
Θήβας ἐφέπων ᾿Αριόμαρδος,
καὶ ἑλειοβάται ναῶν ἐρέται
δεινοὶ πλῆθός τ’ ἀνάριθμοι.
ἁβροδιαίτων δ’ ἕπεται Λυδῶν
ὄχλος, οἵτ’ ἐπίπαν ἠπειρογενὲς
κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς
᾿Αρκτεύς τ’ ἀγαθός, βασιλῆς δίοποι,
χαἰ πολύχρυσοι Σάρδεις ἐπόχους
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
δίρρυμά τε καὶ τρίρρυμα τέλη,
φοβερὰν ὄψιν προσιδέσθαι.
στεῦται δ’ ἱεροῦ Τμώλου πελάτης
ζυγὸν ἀμφιβαλεῖν δούλιον ῾Ελλάδι,
Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,
καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δ’
ἡ πολύχρυσος πάμμεικτον ὄχλον
πέμπει σύρδην, ναῶν τ’ ἐπόχους
καὶ τοξουλκῷ λήματι πιστούς·
τὸ μαχαιροφόρον τ’ ἔθνος ἐκ πάσης
᾿Ασίας ἕπεται
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
τοιόνδ’ ἄνθος Περσίδος αἴας
οἴχεται ἀνδρῶν,
οὓς πέρι πᾶσα χθὼν ᾿Ασιῆτις
θρέψασα πόθῳ στένεται μαλερῷ,
τοκέης τ’ ἄλοχοί θ’ ἡμερολεγδὸν
τείνοντα χρόνον τρομέονται.
[στρ. α.]
πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη
βασίλειος στρατὸς εἰς ἀν-
τίπορον γείτονα χώραν,
λινοδέσμῳ σχεδίᾳ πορθμὸν ἀμείψας
᾿Αθαμαντίδος ῞Ελλας,
πολύγομφον ὅδισμα
ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.
[ἀντ. α.]
πολυάνδρου δ’ ᾿Ασίας θούριος ἄρχων
ἐπὶ πᾶσαν χθόνα ποιμα-
νόριον θεῖον ἐλαύνει
διχόθεν, πεζονόμον τ’ ἔκ τε θαλάσσας,
ἐχυροῖσι πεποιθὼς
στυφελοῖς ἐφέταις, χρυ-
σογόνου γενεᾶς ἰσόθεος φώς.
[στρ. β.]
κυάνεον δ’ ὄμμασι λεύσσων
φονίου δέργμα δράκοντος,
πολύχειρ καὶ πολυναύτης,
Σύριόν θ’ ἅρμα διώκων,
ἐπάγει δουρικλύτοις ἀν-
δράσι τοξόδαμνον ῎Αρη.
[ἀντ. β.]
δόκιμος δ’ οὔτις ὑποστὰς
μεγάλῳ ῥεύματι φωτῶν
ἐχυροῖς ἕρκεσιν εἴργειν
ἄμαχον κῦμα θαλάσσας·
ἀπρόσοιστος γὰρ ὁ Περσῶν
στρατὸς ἀλκίφρων τε λαός.
[στρ. γ.]
θεόθεν γὰρ κατὰ Μοῖρ’ ἐκράτησεν
τὸ παλαιόν, ἐπέσκηψε δὲ Πέρσαις
πολέμους πυργοδαΐκτους
διέπειν ἱππιοχάρμας
τε κλόνους
πόλεών τ’ ἀναστάσεις.
[ἀντ. γ.]
ἔμαθον δ’ εὐρυπόροιο θαλάσσας
πολιαινομένας πνεύματι λάβρῳ
ἐσορᾶν πόντιον ἄλσος,
πίσυνοι λεπτοδόμοις πεί-
σμασι λα-
οπόροις τε μηχαναῖς.
[μεσῳδ.]
δολόμητιν δ’ ἀπάταν θεοῦ
τίς ἀνὴρ θνατὸς ἀλύξει;
τίς ὁ κραιπνῷ ποδὶ πηδή-
ματος εὐπετέος ἀνάσσων;
φιλόφρων γὰρ <ποτι>σαίνου-
σα τὸ πρῶτον παράγει
βροτὸν εἰς ἄρκυας ῎Ατα,
τόθεν οὐκ ἔστιν ὑπὲρ θνα-
τὸν ἀλύξαντα φυγεῖν.
[στρ. δ.]
ταῦτά μοι μελαγχίτων
φρὴν ἀμύσσεται φόβῳ—
ὀᾶ Περσικοῦ στρατεύματος—
τοῦδε μὴ πόλις πύθη-
ται, κένανδρον μέγ’ ἄστυ Σουσίδος·
[ἀντ. δ.]
καὶ τὸ Κισσίων πόλισμ’
ἀντίδουπον ᾄσεται,
ὀᾶ, τοῦτ’ ἔπος γυναικοπλη-
θὴς ὅμιλος ἀπύων,
βυσσίνοις δ’ ἐν πέπλοις πέσῃ λακίς.
[στρ. ε.]
πᾶς γὰρ ἱππηλάτας
καὶ πεδοστιβὴς λεὼς
σμῆνος ὣς ἐκλέλοιπεν μελισ-
σᾶν σὺν ὀρχάμῳ στρατοῦ,
τὸν ἀμφίζευκτον ἐξαμείψας
ἀμφοτέρας ἅλιον
πρῶνα κοινὸν αἴας.
[ἀντ. ε.]
λέκτρα δ’ ἀνδρῶν πόθῳ
πίμπλαται δακρύμασιν·
Περσίδες δ’ ἁβροπενθεῖς ἑκά-
στα πόθῳ φιλάνορι
τὸν αἰχμήεντα θοῦρον εὐνα-
τῆρ’ ἀποπεμψαμένα
λείπεται μονόζυξ.
— ἀλλ’ ἄγε, Πέρσαι, τόδ’ ἐνεζόμενοι
στέγος ἀρχαῖον,
φροντίδα κεδνὴν καὶ βαθύβουλον
θώμεθα, χρεία δὲ προσήκει,
πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς
Δαρειογενής,
[τὸ πατρωνύμιον γένος ἡμέτερον·]
πότερον τόξου ῥῦμα τὸ νικῶν,
ἢ δορικράνου
λόγχης ἰσχὺς κεκράτηκεν.
— ἀλλ’ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς
φάος ὁρμᾶται μήτηρ βασιλέως,
βασίλεια δ’ ἐμή· προσπίτνω·
καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
πάντας μύθοισι προσαυδᾶν.
— ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,
μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι·
θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,
εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.
ΒΑΣΙΛΕΙΑ
ταῦτα δὴ λιποῦσ’ ἱκάνω χρυσεοστόλμους δόμους
καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.
καί με καρδίαν ἀμύσσει φροντίς· ἐς δ’ ὑμᾶς ἐρῶ
μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσ’ ἀδείμαντος, φίλοι,
μὴ μέγας Πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ
ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινός.
ταῦτά μοι μέριμν’ ἄφραστός ἐστιν ἐν φρεσὶν διπλῆ,
μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν
μήτ’ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.
ἔστι γὰρ πλοῦτός γ’ ἀμεμφής, ἀμφὶ δ’ ὀφθαλμῷ φόβος·
ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.
πρὸς τάδ’, ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου
τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·
πάντα γὰρ τὰ κέδν’ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.
Χο. εὖ τόδ’ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσειν
μήτ’ ἔπος μήτ’ ἔργον ὧν ἂν † δύναμις ἡγεῖσθαι θέλῃ·
εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.
Βα. πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν
ξύνειμ’, ἀφ’ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν
᾿Ιαόνων γῆν οἴχεται πέρσαι θέλων·
ἀλλ’ οὔτι πω τοιόνδ’ ἐναργὲς εἰδόμην
ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι.
ἐδοξάτην μοι δύο γυναῖκ’ εὐείμονε,
ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
ἡ δ’ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,
κάλλει τ’ ἀμώμω, καὶ κασιγνήτα γένους
ταὐτοῦ· πάτραν δ’ ἔναιον ἡ μὲν ῾Ελλάδα
κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.
τούτω στάσιν τιν’, ὡς ἐγὼ ‘δόκουν ὁρᾶν,
τεύχειν ἐν ἀλλήλῃσι· παῖς δ’ ἐμὸς μαθὼν
κατεῖχε κἀπράυνεν, ἅρμασιν δ’ ὕπο
ζεύγνυσιν αὐτὼ καὶ λέπαδν’ ὑπ’ αὐχένων
τίθησι. χἠ μὲν τῇδ’ ἐπυργοῦτο στολῇ
ἐν ἡνίαισί τ’ εἶχεν εὔαρκτον στόμα,
ἡ δ’ ἐσφάδᾳζε, καὶ χεροῖν ἔντη δίφρου
διασπαράσσει, καὶ ξυναρπάζει βίᾳ
ἄνευ χαλινῶν, καὶ ζυγὸν θραύει μέσον.
πίπτει δ’ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
Δαρεῖος οἰκτίρων σφε· τὸν δ’ ὅπως ὁρᾷ
Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.
ἐπεὶ δ’ ἀνέστην καὶ χεροῖν καλλιρρόου
ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ
βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν
θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.
ὁρῶ δὲ φεύγοντ’ αἰετὸν πρὸς ἐσχάραν
Φοίβου· φόβῳ δ’ ἄφθογγος ἐστάθην, φίλοι·
μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ
πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα
τίλλονθ’· ὁ δ’ οὐδὲν ἄλλο γ’ ἢ πτήξας δέμας
παρεῖχε. ταῦτ’ ἔμοιγε δείματ’ ἔστ’ ἰδεῖν,
ὑμῖν δ’ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς
πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ’ ἀνήρ,
κακῶς δὲ πράξας—οὐχ ὑπεύθυνος πόλει,
σωθεὶς δ’ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.
Χο. οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ’ ἄγαν φοβεῖν λόγοις
οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδ’ ἀποτροπὴν τελεῖν,
τὰ δ’ ἀγάθ’ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς
γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δ’ αἰτοῦ τάδε
σὸν πόσιν Δαρεῖον, ὅνπερ φῂς ἰδεῖν κατ’ εὐφρόνην,
ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,
τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.
ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα·
εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.
Βα. ἀλλὰ μὴν εὔνους γ’ ὁ πρῶτος τῶνδ’ ἐνυπνίων κριτὴς
παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ’ ἐκύρωσας φάτιν.
ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δ’, ὡς ἐφίεσαι,
πάντ’ ἐφήσομεν θεοῖσι τοῖς τ’ ἔνερθε γῆς φίλοις,
εὖτ’ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δ’ ἐκμαθεῖν θέλω,
ὦ φίλοι, ποῦ τὰς ᾿Αθήνας φασὶν ἱδρῦσθαι χθονός;
Χο. τῆλε πρὸς δυσμαῖς ἄνακτος ῾Ηλίου φθινασμάτων.
Βα. ἀλλὰ μὴν ἵμειρ’ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;
Χο. πᾶσα γὰρ γένοιτ’ ἂν ῾Ελλὰς βασιλέως ὑπήκοος.
Βα. ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;
Χο. † καὶ στρατὸς τοιοῦτος †, ἔρξας πολλὰ δὴ Μήδους κακά.
Βα. καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;
Χο. ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.
Βα. πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;
Χο. οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.
Βα. τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;
Χο. οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ’ ὑπήκοοι.
Βα. πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;
Χο. ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.
Βα. δεινά τοι λέγεις κιόντων τοῖς τεκοῦσι φροντίσαι.
Χο. ἀλλ’ ἐμοὶ δοκεῖν τάχ’ εἴσῃ πάντα ναμερτῆ λόγον.
τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.
ΑΓΓΕΛΟΣ
ὦ γῆς ἁπάσης ᾿Ασιάδος πολίσματα,
ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν,
ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς
ὄλβος, τὸ Περσῶν δ’ ἄνθος οἴχεται πεσόν.
ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά·
ὅμως δ’ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,
Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.
[στρ. α.]
Χο. ἄνι’ ἄνια κακὰ νεόκοτα
καὶ δάι’. αἰαῖ, διαίνεσθε, Πέρ-
σαι, τόδ’ ἄχος κλύοντες.
Αγ. ὡς πάντα γ’ ἔστ’ ἐκεῖνα διαπεπραγμένα·
καὐτὸς δ’ ἀέλπτως νόστιμον βλέπω φάος.
[ἀντ. α.]
Χο. ἦ μακροβίοτος ὅδε γέ τις
αἰὼν ἐφάνθη γεραιοῖς, ἀκού-
ειν τόδε πῆμ’ ἄελπτον.
Αγ. καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,
Πέρσαι, φράσαιμ’ ἂν οἷ’ ἐπορσύνθη κακά.
[στρ. β.]
Χο. ὀτοτοτοῖ, μάταν
τὰ πολλὰ βέλεα παμμιγῆ
γᾶς ἀπ’ ᾿Ασίδος ἤλθετ’—αἰαῖ—
δᾴαν ῾Ελλάδα χώραν.
Αγ. πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων
Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.
[ἀντ. β. ]
Χο. ὀτοτοτοῖ, φίλων
πολύδονα σώμαθ’ ἁλιβαφῆ
κατθανόντα λέγεις φέρεσθαι
πλαγκτοῖς ἐν διπλάκεσσιν.
Αγ. οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ’ ἀπώλλυτο
στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς.
[στρ. γ.]
Χο. ἴυζ’ ἄποτμον δαΐοις
δυσαιανῆ βοάν,
ὡς πάντᾳ πᾶν κακῶς
† ἔθεσαν· αἰαῖ, στρατοῦ φθαρέντος.
Αγ. ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν·
φεῦ, τῶν ᾿Αθηνῶν ὡς στένω μεμνημένος.
[ἀντ. γ.]
Χο. στυγναί γ’ ᾿Αθᾶναι δαΐοις·
μεμνῆσθαί τοι πάρα·
ὡς πολλὰς Περσίδων [μάταν]
ἔκτισαν εὐνῖδας ἠδ’ ἀνάνδρους.
Βα. σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη
κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορά,
τὸ μήτε λέξαι μήτ’ ἐρωτῆσαι πόση.
ὅμως δ’ ἀνάγκη πημονὰς βροτοῖς φέρειν
θεῶν διδόντων· πᾶν δ’ ἀναπτύξας πάθος
λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως·
τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
τῶν ἀρχελείων, ὅστ’ ἐπὶ σκηπτουχίᾳ
ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;
Αγ. Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.
Βα. ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα
καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.
Αγ. ᾿Αρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς
στύφλους παρ’ ἀκτὰς θείνεται Σιληνιῶν.
χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο·
Τενάγων τ’ ἄριστος Βακτρίων ἰθαιγενὴς
θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
Λίλαιος ᾿Αρσάμης τε κἀργήστης τρίτος,
οἵδ’ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα·
πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
᾿Αρκτεύς, ᾿Αδεύης, καὶ † φρεσεύης τρίτος
Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,
πυρσὴν ζαπληθῆ δάσκιον γενειάδα
ἔτεγγ’, ἀμείβων χρῶτα πορφυρᾷ βαφῇ.
καὶ Μᾶγος ῎Αραβος, ᾿Αρτάβης τε Βάκτριος,
σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.
῎Αμιστρις ᾿Αμφιστρεύς τε πολύπονον δόρυ
νωμῶν, ὅ τ’ ἐσθλὸς ᾿Αριόμαρδος Σάρδεσι
πένθος παρασχών, Σεισάμης θ’ ὁ Μύσιος,
Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
κεῖται θανὼν δείλαιος οὐ μάλ’ εὐτυχῶς·
Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον
ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο.
τοιῶνδ’ ἄρ’ ὄντων <ὧν> ὑπεμνήσθην πέρι,
πολλῶν παρόντων ὀλίγ’ ἀπαγγέλλω κακά.
Βα. αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,
αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
ἀτὰρ φράσον μοι τοῦτ’ ἀναστρέψας πάλιν·
ναῶν πόσον δὴ πλῆθος ἦν ῾Ελληνίδων,
ὥστ’ ἀξιῶσαι Περσικῷ στρατεύματι
μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;
Αγ. πλήθους μὲν ἂν σάφ’ ἴσθ’ ἕκατι βάρβαρον
ναυσὶν κρατῆσαι. καὶ γὰρ ῞Ελλησιν μὲν ἦν
ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
ναῶν, δεκὰς δ’ ἦν τῶνδε χωρὶς ἔκκριτος·
Ξέρξῃ δέ, καὶ γὰρ οἶσθα, χιλιὰς μὲν ἦν
ὧν ἦγε πλῆθος, αἱ δ’ ὑπέρκοποι τάχει
ἑκατὸν δὶς ἦσαν ἑπτά θ’· ὧδ’ ἔχει λόγος.
μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;
ἀλλ’ ὧδε δαίμων τις κατέφθειρε στρατόν,
τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.
θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.
Βα. ἔτ’ ἆρ’ ᾿Αθηνῶν ἔστ’ ἀπόρθητος πόλις;
Αγ. ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.
Βα. ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον·
τίνες κατῆρξαν, πότερον ῞Ελληνες, μάχης,
ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;
Αγ. ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ
φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.
ἀνὴρ γὰρ ῞Ελλην ἐξ ᾿Αθηναίων στρατοῦ
ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,
ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,
῞Ελληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν
ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε
δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.
ὁ δ’ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον
῞Ελληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,
πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,
εὖτ’ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα
λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,
τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισίν,
ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ,
ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους.
ὡς εἰ μόρον φευξοίαθ’ ῞Ελληνες κακόν,
ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,
πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.
τοσαῦτ’ ἔλεξε κάρθ’ ὑπ’ εὐθύμου φρενός·
οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
οἱ δ’ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ
δεῖπνόν <τ’> ἐπορσύνοντο, ναυβάτης τ’ ἀνὴρ
τροποῦτο κώπην σκαλμὸν ἀμφ’ εὐήρετμον.
ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο
καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ
ἐς ναῦν ἐχώρει πᾶς θ’ ὅπλων ἐπιστάτης·
τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς,
πλέουσι δ’ ὡς ἕκαστος ἦν τεταγμένος.
καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν
ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.
καὶ νὺξ ἐχώρει, κοὐ μάλ’ ῾Ελλήνων στρατὸς
κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο·
ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
πρῶτον μὲν † ἠχῇ κέλαδος ῾Ελλήνων πάρα
μολπηδὸν εὐφήμησεν, ὄρθιον δ’ ἅμα
ἀντηλάλαξε νησιώτιδος πέτρας
ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν
γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ
παιᾶν’ ἐφύμνουν σεμνὸν ῞Ελληνες τότε,
ἀλλ’ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·
σάλπιγξ δ’ ἀυτῇ πάντ’ ἐκεῖν’ ἐπέφλεγεν.
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
ἡγεῖτο κόσμῳ, δεύτερον δ’ ὁ πᾶς στόλος
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
πολλὴν βοήν· ‘῏Ω παῖδες ῾Ελλήνων, ἴτε,
ἐλευθεροῦτε πατρίδ’, ἐλευθεροῦτε δὲ
παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη,
θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.’
καὶ μὴν παρ’ ἡμῶν Περσίδος γλώσσης ῥόθος
ὑπηντίαζε, κοὐκέτ’ ἦν μέλλειν ἀκμή.
εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον
ἔπαισεν· ἦρξε δ’ ἐμβολῆς ῾Ελληνικὴ
ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς
κόρυμβ’, ἐπ’ ἄλλην δ’ ἄλλος ηὔθυνεν δόρυ.
τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
ἤθροιστ’, ἀρωγὴ δ’ οὔτις ἀλλήλοις παρῆν,
αὐτοὶ δ’ ὑπ’ αὐτῶν ἐμβόλοις χαλκοστόμοις
παίοντ’, ἔθραυον πάντα κωπήρη στόλον,
῾Ελληνικαί τε νῆες οὐκ ἀφρασμόνως
κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ
σκάφη νεῶν, θάλασσα δ’ οὐκέτ’ ἦν ἰδεῖν,
ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν,
ἀκταὶ δὲ νεκρῶν χοιράδες τ’ ἐπλήθυον.
φυγῇ δ’ ἀκόσμως πᾶσα ναῦς ἠρέσσετο,
ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.
τοὶ δ’ ὥστε θύννους ἤ τιν’ ἰχθύων βόλον
ἀγαῖσι κωπῶν θραύμασίν τ’ ἐρειπίων
ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δ’ ὁμοῦ
κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
ἕως κελαινῆς νυκτὸς ὄμμ’ ἀφείλετο.
κακῶν δὲ πλῆθος, οὐδ’ ἂν εἰ δέκ’ ἤματα
στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.
εὖ γὰρ τόδ’ ἴσθι, μηδάμ’ ἡμέρᾳ μιᾷ
πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.
Βα. αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα
Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.
Αγ. εὖ νυν τόδ’ ἴσθι, μηδέπω μεσοῦν κακόν·
τοιάδ’ ἐπ’ αὐτοῖς ἦλθε συμφορὰ πάθους,
ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.
Βα. καὶ τίς γένοιτ’ ἂν τῆσδ’ ἔτ’ ἐχθίων τύχη;
λέξον τίν’ αὖ φῂς τήνδε συμφορὰν στρατῷ
ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.
Αγ. Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,
ψυχήν τ’ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,
αὐτῷ τ’ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,
τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.
Βα. οἲ ‘γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.
ποίῳ μόρῳ δὲ τούσδε φῂς ὀλωλέναι;
Αγ. νῆσός τις ἐστὶ πρόσθε Σαλαμῖνος τόπων,
βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος
Πὰν ἐμβατεύει ποντίας ἀκτῆς ἔπι.
ἐνταῦθα πέμπει τούσδ’, ὅπως, ὅτ’ ἐκ νεῶν
φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,
κτείνοιεν εὐχείρωτον ῾Ελλήνων στρατόν,
φίλους δ’ ὑπεκσῴζοιεν ἐναλίων πόρων,
κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς
ναῶν ἔδωκε κῦδος ῞Ελλησιν μάχης,
αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας
ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ
κυκλοῦντο πᾶσαν νῆσον, ὥστ’ ἀμηχανεῖν
ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν
πέτροισιν ἠράσσοντο, τοξικῆς τ’ ἄπο
θώμιγγος ἰοὶ προσπίτνοντες ὤλλυσαν·
τέλος δ’ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου
παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
ἕως ἁπάντων ἐξαπέφθειραν βίον.
Ξέρξης δ’ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος·
ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,
ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·
ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,
ἵησ’ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι
πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.
Βα. ὦ στυγνὲ δαῖμον, ὡς ἄρ’ ἔψευσας φρενῶν
Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν
κλεινῶν ᾿Αθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν
οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν·
ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν
τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.
σὺ δ’ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,
ποῦ τάσδ’ ἔλειπες· οἶσθα σημῆναι τορῶς;
Αγ. ναῶν δὲ ταγοὶ τῶν λελειμμένων σύδην
κατ’ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·
στρατὸς δ’ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ
διώλλυθ’, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
δίψῃ πονοῦντες, οἱ δ’ ὑπ’ ἄσθματος κενοὶ
. . . . . .
διεκπερῶμεν ἔς τε Φωκέων χθόνα
καὶ Δωρίδ’ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ
Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ·
κἀντεῦθεν ἡμᾶς γῆς ᾿Αχαιίδος πέδον
καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους
βορᾶς ἐδέξαντ’· ἔνθα δὴ πλεῖστοι θάνον
δίψῃ τε λιμῷ τ’· ἀμφότερα γὰρ ἦν τάδε.
Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
χώραν ἀφικόμεσθ’, ἐπ’ ᾿Αξιοῦ πόρον,
Βόλβης θ’ ἕλειον δόνακα, Πάγγαιόν τ’ ὄρος,
᾿Ηδωνίδ’ αἶαν· νυκτὶ δ’ ἐν ταύτῃ θεὸς
χειμῶν’ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν
ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις
τὸ πρὶν νομίζων οὐδαμοῦ τότ’ ηὔχετο
λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.
ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·
χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
ἀκτῖνας ὡρμήθη, σεσωμένος κυρεῖ.
φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
μέσον πόρον διῆκε, θερμαίνων φλογί·
πῖπτον δ’ ἐπ’ ἀλλήλοισιν· εὐτυχὴς δέ τοι
ὅστις τάχιστα πνεῦμ’ ἀπέρρηξεν βίου.
ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,
ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,
ἐφ’ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν
Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.
ταῦτ’ ἔστ’ ἀληθῆ· πολλὰ δ’ ἐκλείπω λέγων
κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.
Χο. ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς
ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.
Βα. οἲ ‘γὼ τάλαινα διαπεπραγμένου στρατοῦ·
ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,
ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.
ὑμεῖς δὲ φαύλως αὔτ’ ἄγαν ἐκρίνατε.
ὅμως δ’, ἐπειδὴ τῇδ’ ἐκύρωσεν φάτις
ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·
ἔπειτα, γῇ τε καὶ φθιτοῖς δωρήματα,
ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν—
ἐπίσταμαι μὲν ὡς ἐπ’ ἐξειργασμένοις,
ἀλλ’ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.
ὑμᾶς δὲ χρὴ ‘πὶ τοῖσδε τοῖς πεπραγμένοις
πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·
καὶ παῖδ’, ἐάν περ δεῦρ’ ἐμοῦ πρόσθεν μόλῃ
παρηγορεῖτε, καὶ προπέμπετ’ ἐς δόμους,
μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.
ΧΟΡΟΣ
ὦ Ζεῦ βασιλεῦ, νῦν <γὰρ> Περσῶν
τῶν μεγαλαύχων καὶ πολυάνδρων
στρατιὰν ὀλέσας
ἄστυ τὸ Σούσων ἠδ’ ᾿Αγβατάνων
πένθει δνοφερῷ κατέκρυψας·
πολλαὶ δ’ ἁπαλαῖς χερσὶ καλύπτρας
κατερεικόμεναι
διαμυδαλέους δάκρυσι κόλπους
τέγγουσ’, ἄλγους μετέχουσαι.
αἱ δ’ ἁβρόγοοι Περσίδες ἀνδρῶν
ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,
λέκτρων [τ’] εὐνὰς ἁβροχίτωνας,
χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,
πενθοῦσι γόοις ἀκορεστοτάτοις.
κἀγὼ δὲ μόρον τῶν οἰχομένων
αἴρω δοκίμως πολυπενθῆ.
[στρ. α.]
— νῦν γὰρ δὴ πρόπασα μὲν στένει
γαῖ’ ᾿Ασὶς ἐκκενουμένα.
Ξέρξης μὲν ἄγαγεν, ποποῖ,
Ξέρξης δ’ ἀπώλεσεν, τοτοῖ,
Ξέρξης
δὲ πάντ’ ἐπέσπε δυσφρόνως
βαρίδεσσι ποντίαις.
τίπτε Δαρεῖος μὲν οὕ-
τω τότ’ ἀβλαβὴς ἐπῆν,
τόξαρχος πολιήταις,
Σουσίδαις φίλος ἄκτωρ;
[ἀντ α.]
πεζοὺς γάρ σφε καὶ θαλασσίους
ὁμόπτεροι κυανώπιδες
νᾶες μὲν ἄγαγον, ποποῖ,
νᾶες δ’ ἀπώλεσαν, τοτοῖ,
νᾶες
πανωλέθροισιν ἐμβολαῖς,
διὰ δ’ ᾿Ιαόνων χέρας.
τυτθὰ δ’ ἐκφυγεῖν ἄνακτ’
αὐτὸν ὡς ἀκούομεν
Θρῄκης ἂμ πεδιήρεις
δυσχίμους τε κελεύθους.
[στρ. β.]
τοὶ δ’ ἄρα πρωτομόροιο, φεῦ,
ληφθέντες πρὸς ἀνάγκας, ἠέ,
ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ,
<στέμβονται·> στένε καὶ δακνά-
ζου, βαρὺ δ’ ἀμβόασον
οὐράνι’ ἄχη, ὀᾶ·
τεῖνε δὲ δυσβάυκτον
βοᾶτιν τάλαιναν αὐδάν.
[ἀντ. β.]
γναπτόμενοι δ’ ἁλὶ δεινᾷ, φεῦ,
σκύλλονται πρὸς ἀναύδων, ἠέ,
παίδων τᾶς ἀμιάντου, ὀᾶ.
πενθεῖ δ’ ἄνδρα δόμος στερη-
θείς, τοκέης δ’ ἄπαιδες
δαιμόνι’ ἄχη, ὀᾶ,
δυρόμενοι γέροντες
τὸ πᾶν δὴ κλύουσιν ἄλγος.
[στρ. γ.]
τοὶ δ’ ἀνὰ γᾶν ᾿Ασίαν δὴν
οὐκέτι περσονομοῦνται,
οὐδ’ ἔτι δασμοφοροῦσιν
δεσποσύνοισιν ἀνάγκαις,
οὐδ’ ἐς γᾶν προπίτνοντες
ἅζονται· βασιλεία
γὰρ διόλωλεν ἰσχύς.
[ἀντ. γ.]
οὐδ’ ἔτι γλῶσσα βροτοῖσιν
ἐν φυλακαῖς· λέλυται γὰρ
λαὸς ἐλεύθερα βάζειν,
ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.
αἱμαχθεῖσα δ’ ἄρουραν
Αἴαντος περικλύστα
νᾶσος ἔχει τὰ Περσῶν.
Βα. φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,
ἐπίσταται βροτοῖσιν ὡς, ὅταν κλύδων
κακῶν ἐπέλθῃ, πάντα δειμαίνειν φίλον,
ὅταν δ’ ὁ δαίμων εὐροῇ, πεποιθέναι
τὸν αὐτὸν αἰὲν ἄνεμον οὐριεῖν τύχας.
ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα·
ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,
βοᾷ δ’ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος·
τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
τοιγὰρ κέλευθον τήνδ’ ἄνευ τ’ ὀχημάτων
χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν
ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς
φέρουσ’, ἅπερ νεκροῖσι μειλικτήρια,
βοός τ’ ἀφ’ ἁγνῆς λευκὸν εὔποτον γάλα,
τῆς τ’ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο
ποτόν, παλαιᾶς ἀμπέλου γάνος τόδε·
τῆς τ’ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον
ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,
ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα.
ἀλλ’, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων
ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα
Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δ’ ἐγὼ
τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.
Χο. βασίλεια γύναι, πρέσβος Πέρσαις,
σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
ἡμεῖς θ’ ὕμνοις αἰτησόμεθα
φθιμένων πομποὺς
εὔφρονας εἶναι κατὰ γαίας.
ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,
Γῆ τε καὶ ῾Ερμῆ, βασιλεῦ τ’ ἐνέρων,
πέμψατ’ ἔνερθεν ψυχὴν ἐς φῶς·
εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,
μόνος ἂν θνητῶν πέρας εἴποι.
[στρ. α.]
ἦ ῥ’ ἀίει μου μακαρίτας
ἰσοδαίμων βασιλεὺς βάρ-
βαρα σαφηνῆ
ἱέντος τὰ παναίολ’ αἰανῆ δύσθροα βάγματα;
παντάλαν’ ἄχη
διαβοάσω;
νέρθεν ἆρα κλύει μου;
[ἀντ. α.]
ἀλλὰ σύ μοι, Γᾶ τε καὶ ἄλλοι
χθονίων ἁγεμόνες, δαί-
μονα μεγαυχῆ
ἰόντ’ αἰνέσατ’ ἐκ δόμων, Περσᾶν Σουσιγενῆ θεόν·
πέμπετε δ’ ἄνω
οἷον οὔπω
Περσὶς αἶ’ ἐκάλυψεν.
[στρ. β.]
ἦ φίλος ἀνήρ, φίλος ὄχθος·
φίλα γὰρ κέκευθεν ἤθη.
᾿Αιδωνεὺς δ’ ἀναπομπὸς ἀνίει,
᾿Αιδωνεύς,
οἶον ἀνάκτορα Δαριᾶνα. ἠέ.
[ἀντ. β.]
οὐδὲ γὰρ ἄνδρας ποτ’ ἀπώλλυ
πολεμοφθόροισιν ἄταις,
θεομήστωρ δ’ ἐκικλῄσκετο Πέρσαις,
θεομήστωρ δ’
ἔσκεν, ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.
[στρ. γ.]
βαλλήν, ἀρχαῖος
βαλλήν, ἴθι, ἱκοῦ·
ἔλθ’ ἐπ’ ἄκρον κόρυμβον ὄχθου,
κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,
βασιλείου τιήρας
φάλαρον πιφαύσκων.
βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.
[ἀντ. γ.]
ὅπως αἰανῆ
κλύῃς νέα τ’ ἄχη,
δέσποτα δεσποτᾶν φάνηθι.
Στυγία γάρ τις ἐπ’ ἀχλὺς πεπόταται·
νεολαία γὰρ ἤδη
κατὰ πᾶσ’ ὄλωλεν.
βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.
[ἐπῳδός.]
αἰαῖ αἰαῖ·
ὦ πολύκλαυτε φίλοισι θανών,
τί τάδε, δυνάστα, δυνάστα,
περισσὰ δίδυμα δὶς γοέδν’ ἁμάρτια;
πᾶσαι γᾷ τᾷδ’
ἐξέφθινται τρίσκαλμοι
νᾶες ἄναες ἄναες.
ΕΙΔΩΛΟΝ ΔΑΡΕΙΟΥ
ὦ πιστὰ πιστῶν ἥλικές θ’ ἥβης ἐμῆς
Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;
στένει, κέκοπται, καὶ χαράσσεται πέδον.
λεύσσων δ’ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας
ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
ὑμεῖς δὲ θρηνεῖτ’ ἐγγὺς ἑστῶτες τάφου
καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις
οἰκτρῶς καλεῖσθέ μ’· ἐστὶ δ’ οὐκ εὐέξοδον
ἄλλως τε πάντως, χοἰ κατὰ χθονὸς θεοὶ
λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.
ὅμως δ’ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ
ἥκω· τάχυνε δ’, ὡς ἄμεμπτος ὦ χρόνου.
τί ἐστὶ Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν;
[στρ.]
Χο. σέβομαι μὲν προσιδέσθαι,
σέβομαι δ’ ἀντία λέξαι
σέθεν ἀρχαίῳ περὶ τάρβει.
Δα. ἀλλ’ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,
μή τι μακιστῆρα μῦθον ἀλλὰ σύντομον λέγων
εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.
[ἀντ.]
Χο. δίομαι μὲν χαρίσασθαι,
δίομαι δ’ ἀντία φάσθαι,
λέξας δύσλεκτα φίλοισιν.
Δα. ἀλλ’ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ’, εὐγενὲς γύναι,
κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
λέξον. ἀνθρώπεια δ’ ἄν τοι πήματ’ ἂν τύχοι βροτοῖς.
πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ’ ἐκ χέρσου κακὰ
γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ πρόσω.
Βα. ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ,
ὡς ἕως τ’ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν
βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.
πάντα γάρ, Δαρεῖ’, ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ·
διαπεπόρθηται τὰ Περσῶν πράγμαθ’, ὡς εἰπεῖν ἔπος.
Δα. τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτός, ἢ στάσις πόλει;
Βα. οὐδαμῶς· ἀλλ’ ἀμφ’ ᾿Αθήνας πᾶς κατέφθαρται στρατός.
Δα. τίς δ’ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.
Βα. θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.
Δα. πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ’ ἐμώρανεν τάλας;
Βα. ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.
Δα. πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;
Βα. μηχαναῖς ἔζευξεν ῞Ελλης πορθμόν, ὥστ’ ἔχειν πόρον.
Δα. καὶ τόδ’ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν;
Βα. ὧδ’ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.
Δα. φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.
Βα. ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.
Δα. καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ’ ἐπιστενάζετε;
Βα. ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.
Δα. ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;
Βα. πρὸς τάδ’ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει—
Δα. ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.
Βα. Βακτρίων δ’ ἔρρει πανώλης δῆμος † οὐδέ τις γέρων.
Δα. ὦ μέλεος, οἵαν ἄρ’ ἥβην ξυμμάχων ἀπώλεσεν.
Βα. μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα—
Δα. πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;
Βα. ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.
Δα. καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ’ ἐτήτυμον;
Βα. ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γ’· οὐκ ἔνι στάσις.
Δα. φεῦ, ταχεῖά γ’ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ’ ἐμὸν
Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που
διὰ μακροῦ χρόνου τάδ’ ηὔχουν ἐκτελευτήσειν θεούς·
ἀλλ’, ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.
νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.
παῖς δ’ ἐμὸς τάδ’ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·
ὅστις ῾Ελλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ·
καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις
περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ.
θνητὸς ὢν θεῶν τε πάντων ᾤετ’, οὐκ εὐβουλίᾳ,
καὶ Ποσειδῶνος κρατήσειν· πῶς τάδ’ οὐ νόσος φρενῶν
εἶχε παῖδ’ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος
οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.
Βα. ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
θούριος Ξέρξης· λέγουσι δ’ ὡς σὺ μὲν μέγαν τέκνοις
πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δ’ ἀνανδρίας ὕπο
ἔνδον αἰχμάζειν, πατρῷον δ’ ὄλβον οὐδὲν αὐξάνειν.
τοιάδ’ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
τήνδ’ ἐβούλευσεν κέλευθον καὶ στράτευμ’ ἐφ’ ῾Ελλάδα.
Δα. τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω
τόδ’ ἄστυ Σούσων ἐξεκείνωσ’ ἐμπεσόν,
ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ’ ὤπασεν,
ἕν’ ἄνδρα πάσης ᾿Ασίδος μηλοτρόφου
ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.
Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ·
ἄλλος δ’ ἐκείνου παῖς τόδ’ ἔργον ἤνυσεν·
φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.
τρίτος δ’ ἀπ’ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·
Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
᾿Ιωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.
θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.
πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ
θρόνοισί τ’ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ
᾿Αρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ’ ἦν χρέος.
[ἕκτος δὲ Μάραφις, ἕβδομος δ’ ᾿Αρταφρένης.]
κἀγὼ πάλου τ’ ἔκυρσα τοῦπερ ἤθελον,
κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ·
ἀλλ’ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.
Ξέρξης δ’ ἐμὸς παῖς νέος ἐὼν νέα φρονεῖ,
κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·
εὖ γὰρ σαφῶς τόδ’ ἴστ’, ἐμοὶ ξυνήλικες,
ἅπαντες ἡμεῖς, οἳ κράτη τάδ’ ἔσχομεν,
οὐκ ἂν φανεῖμεν πήματ’ ἔρξαντες τόσα.
Χο. τί οὖν, ἄναξ Δαρεῖε; ποῖ καταστρέφεις
λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι
πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;
Δα. εἰ μὴ στρατεύοισθ’ ἐς τὸν ῾Ελλήνων τόπον,
μηδ’ εἰ στράτευμα πλεῖον ᾖ τὸ Μηδικόν.
αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.
Χο. πῶς τοῦτ’ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;
Δα. κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.
Χο. ἀλλ’ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.
Δα. ἀλλ’ οὐδ’ ὁ μείνας νῦν ἐν ῾Ελλάδος τόποις
στρατὸς κυρήσει νοστίμου σωτηρίας.
Χο. πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων
περᾷ τὸν ῞Ελλης πορθμὸν Εὐρώπης ἄπο;
Δα. παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν
χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα
βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ’ οὔ.
κεἴπερ τάδ’ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ
λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.
μίμνουσι δ’ ἔνθα πεδίον ᾿Ασωπὸς ῥοαῖς
ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί·
οὗ σφιν κακῶν ὕψιστ’ ἐπαμμένει παθεῖν,
ὕβρεως ἄποινα κἀθέων φρονημάτων·
οἳ γῆν μολόντες ῾Ελλάδ’ οὐ θεῶν βρέτη
ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς·
βωμοὶ δ’ ἄιστοι, δαιμόνων θ’ ἱδρύματα
πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
κρηπὶς ὕπεστιν, ἀλλ’ ἔτ’ ἐκπιδύεται.
τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς
πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο·
θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν
ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.
ὕβρις γὰρ ἐξανθοῦσ’ ἐκάρπωσεν στάχυν
ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.
τοιαῦθ’ ὁρῶντες τῶνδε τἀπιτίμια
μέμνησθ’ ᾿Αθηνῶν ῾Ελλάδος τε, μηδέ τις
ὑπερφρονήσας τὸν παρόντα δαίμονα
ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
πρὸς ταῦτ’ ἐκεῖνον, σωφρονεῖν κεχρημένοι,
πινύσκετ’ εὐλόγοισι νουθετήμασιν,
λῆξαι θεοβλαβοῦνθ’ ὑπερκόμπῳ θράσει.
σὺ δ’, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,
ἐλθοῦσ’ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
λαβοῦσ’ ὑπαντίαζε παιδί. † πάντα γὰρ
κακῶν ὑπ’ ἄλγους λακίδες ἀμφὶ σώματι
στημορραγοῦσι ποικίλων ἐσθημάτων.
ἀλλ’ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·
μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
ἐγὼ δ’ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
ὑμεῖς δέ, πρέσβεις, χαίρετ’, ἐν κακοῖς ὅμως
ψυχῇ διδόντες ἡδονὴν καθ’ ἡμέραν,
ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.
Χο. ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντ’ ἔτι
ἤλγησ’ ἀκούσας βαρβάροισι πήματα.
Βα. ὦ δαῖμον, ὥς με πόλλ’ ἐσέρχεται κακῶν
ἄλγη, μάλιστα δ’ ἥδε συμφορὰ δάκνει,
ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.
ἀλλ’ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων
ὑπαντιάζειν † ἐμῷ παιδὶ πειράσομαι. †
οὐ γὰρ τὰ φίλτατ’ ἐν κακοῖς προδώσομεν.
[στρ. α.]
Χο. ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο-
λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,
εὖθ’ ὁ γηραιὸς
πανταρκὴς ἀκάκας ἄμαχος βασι-
λεὺς ἰσόθεος Δα-
ρεῖος ἆρχε χώρας.
[ἀντ. α.]
πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε-
φαινόμεθ’, οἱ δὲ νομίσματα πύργινα
πάντ’ ἐπηύθυνον.
νόστοι δ’ ἐκ πολέμων ἀπόνους ἀπα-
θεῖς <πάλιν> εὖ πράσ-
σοντας ἆγον [ἐς] οἴκους.
ὅσσας δ’ εἷλε πόλεις πόρον οὐ διαβὰς ῞Αλυος ποτα-
μοῖο,
[στρ. β.]
οὐδ’ ἀφ’ ἑστίας συθείς,
οἷαι Στρυμονίου πελάγους ᾿Αχελωίδες εἰσὶ πάροικοι
Θρῃκίων ἐπαύλων,
λίμνας τ’ ἔκτοθεν αἳ κατὰ χέρσον ἐληλαμέναι πέρι
[ἀντ. β.]
πύργον
τοῦδ’ ἄνακτος ἄιον,
῞Ελλας τ’ ἀμφὶ πόρον πλατὺν εὐχόμεναι, μυχία τε Προ-
ποντίς,
καὶ στόμωμα Πόντου·
[στρ. γ.]
νᾶσοί θ’ αἳ κατὰ πρῶν’ ἅλιον περίκλυστοι
τᾷδε γᾷ προσήμεναι
οἵα Λέσβος ἐλαιόφυτός τε Σάμος,
Χίος, ἠδὲ Πάρος,
Νάξος, Μύκονος, Τήνῳ τε συνάπτουσ’
῎Ανδρος ἀγχιγείτων.
[ἀντ. γ.]
καὶ τὰς ἀγχιάλους ἐκράτυνε μεσάκτους,
Λῆμνον, ᾿Ικάρου θ’ ἕδος,
καὶ ῾Ρόδον ἠδὲ Κνίδον Κυπρίας τε πόλεις,
Πάφον ἠδὲ Σόλους,
Σαλαμῖνά τε, τᾶς νῦν ματρόπολις τῶνδ’
αἰτία στεναγμῶν.
καὶ τὰς εὐκτεάνους κατὰ κλῆρον ᾿Ιαόνιον πολυάν-
δρους
[ἐπῳδός.]
῾Ελλάνων ἐκράτυνε † σφετέραις φρεσίν.
ἀκάματον δὲ παρῆν σθένος ἀνδρῶν τευχηστήρων
παμμείκτων τ’ ἐπικούρων.
νῦν δ’ οὐκ ἀμφιλόγως θεότρεπτα τάδ’ αὖ φέρομεν,
πολέμοιο
δμαθέντες μεγάλως πλαγαῖσι ποντίαισιν.
ΞΕΡΞΗΣ
ἰὼ ἰὼ,
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾷ· τί πάθω τλήμων;
λέλυται γὰρ ἐμῶν γυίων ῥώμη.
τήνδ’ ἡλικίαν ἐσιδόντ’ ἀστῶν,
εἴθ’ ὄφελεν, Ζεῦ, κἀμὲ μετ’ ἀνδρῶν
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.
Χο. ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς
καὶ περσονόμου τιμῆς μεγάλης,
κόσμου τ’ ἀνδρῶν,
οὓς νῦν δαίμων ἐπέκειρεν.
γᾶ δ’ αἰάζει τὰν ἐγγαίαν
ἥβαν Ξέρξᾳ κταμέναν, ῞Αιδου
σάκτορι Περσᾶν· † ἀγδαβάται γὰρ
πολλοὶ φῶτες, χώρας ἄνθος,
τοξοδάμαντες, πάνυ ταρφύς τις
μυριὰς ἀνδρῶν, ἐξέφθινται.
αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς,
᾿Ασία δὲ χθών, βασιλεῦ γαίας,
αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται.
[στρ. α.]
Ξε. ὅδ’ ἐγών, οἰοῖ, αἰακτός,
μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ
κακὸν ἄρ’ ἐγενόμαν.
Χο. νόστου σοι τὰν πρόσφθογγον
κακοφάτιδα βοάν, κακομέλετον ἰὰν
Μαριανδυνοῦ θρηνητῆρος
πέμψω πέμψω, πολύδακρυν ἰαχάν.
[ἀντ. α.]
Ξε. ἵετ’ αἰανῆ [καὶ] πάνδυρτον
δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ’ αὖ
μετάτροπος ἐπ’ ἐμοί.
Χο. ἥσω τοι τὰν πάνδυρτον,
ζαπαθέα τε σέβων ἁλίτυπά τε βάρη,
πόλεως γέννας πενθητῆρος.
<κλάγξω> κλάγξω δὲ γόον ἀρίδακρυν.
[στρ. β.]
<Ξε.> ᾿Ιάων γὰρ ἀπηύρα,
᾿Ιάων ναύφαρκτος
῎Αρης ἑτεραλκὴς
νυχίαν πλάκα κερσάμενος
δυσδαίμονά τ’ ἀκτάν.
Χο. — οἰοιοῖ, βόα καὶ πάντ’ ἐκπεύθου.
— ποῦ δὲ φίλων ἄλλος ὄχλος;
— ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης,
Σούσας, Πελάγων, Δοτάμας, Ψάμμις,
Σουσισκάνης τ’, ἠδ’ ᾿Αγαβάτας
᾿Αγαβάτανα λιπών;
[ἀντ. β.]
Ξε. ὀλοοὺς ἀπέλειπον
Τυρίας ἐκ ναὸς
ἔρροντας ἐπ’ ἀκταῖς
Σαλαμινιάσι, στυφελοῦ
θείνοντας ἐπ’ ἀκτᾶς.
Χο. — οἰοιοῖ, ποῦ δή σοι Φαρνοῦχος;
— κἀριόμαρδός γ’ ἀγαθός;
— ποῦ δὲ Σευάλκης ἄναξ,
ἢ Λίλαιος εὐπάτωρ,
Μέμφις, Θάρυβις, καὶ Μασίστρας,
᾿Αρτεμβάρης τ’ ἠδ’ ῾Υσταίχμας;
τάδε σ’ ἐπανέρομαι.
[στρ. γ.]
Ξε. ἰὼ ἰώ μοι,
τὰς ὠγυγίους κατιδόντες
στυγνὰς ᾿Αθάνας πάντες ἑνὶ πιτύλῳ,
ἐἕ, ἐἕ, τλάμονες ἀσπαίρουσι χέρσῳ.
Χο. ἦ καὶ τὸν Πέρσαν αὐτοῦ
τὸν σὸν πιστὸν πάντ’ ὀφθαλμὸν
μυρία μυρία πεμπαστὰν
Βατανώχου παῖδ’ ῎Αλπιστον
. . . . .
τοῦ Σησάμα τοῦ Μεγαβάτα,
Πάρθον τε μέγαν τ’ Οἰβάρην
ἔλιπες ἔλιπες; ὢ ὢ <ὢ> δᾴων.
Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.
[ἀντ. γ.]
Ξε. ἴυγγά μοι δῆτ’
ἀγαθῶν ἑτάρων ὑπορίνεις,
<ἄλαστ’> ἄλαστα στυγνὰ πρόκακα λέγων.
βοᾷ βοᾷ <μοι> μελέων ἔντοσθεν ἦτορ.
Χο. καὶ μὴν ἄλλους γε ποθοῦμεν,
Μάρδων ἀνδρῶν μυριοταγὸν
Ξάνθην, ᾿Αρίων τ’ ᾿Αγχάρην,
Δίαιξίν τ’ ἠδ’ ᾿Αρσάκην
ἱππιάνακτας,
κἠγδαδάταν καὶ Λυθίμναν
Τόλμον τ’ αἰχμᾶς ἀκόρεστον.
ἔταφον ἔταφον, οὐκ ἀμφὶ σκηναῖς
τροχηλάτοις, <οὐκ> ὄπιθεν ἑπομένους.
[στρ. δ.]
Ξε. βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.
Χο. βεβᾶσιν, οἴ, νώνυμοι.
Ξε. ἰὴ ἰή, ἰὼ ἰώ.
Χο. ἰὼ ἰώ, δαίμονες,
ἔθεσθ’ ἄελπτον κακὸν
διαπρέπον, οἷον δέδορκεν ῎Ατα.
[ἀντ. δ.]
Ξε. πεπλήγμεθ’ οἵᾳ δι’ αἰῶνος τύχᾳ·
Χο. πεπλήγμεθ’· εὔδηλα γάρ·
Ξε. νέᾳ νέᾳ δύᾳ δύᾳ·
Χο. ᾿Ιαόνων ναυβατᾶν
κύρσαντες οὐκ εὐτυχῶς.
δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.
[στρ. ε. ]
Ξε. πῶς δ’ οὔ; στρατὸν μὲν τοσοῦ-
τον τάλας πέπληγμαι.
Χο. τί δ’ οὐκ ὄλωλεν, μεγάλατε, Περσᾶν;
Ξε. ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;
Χο. ὁρῶ ὁρῶ.
Ξε. τόνδε τ’ ὀιστοδέγμονα—
Χο. τί τόδε λέγεις σεσωμένον;
Ξε. θησαυρὸν βελέεσσιν.
Χο. βαιά γ’ ὡς ἀπὸ πολλῶν.
Ξε. ἐσπανίσμεθ’ ἀρωγῶν.
Χο. ᾿Ιάνων λαὸς οὐ φυγαίχμας.
[ἀντ. ε.]
Ξε. ἄγαν ἄρειος· κατεῖ-
δον δὲ πῆμ’ ἄελπτον.
Χο. τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;
Ξε. πέπλον δ’ ἐπέρρηξ’ ἐπὶ συμφορᾷ κακοῦ.
Χο. παπαῖ παπαῖ.
Ξε. καὶ πλέον ἢ παπαῖ μὲν οὖν.
Χο. δίδυμα γάρ ἐστι καὶ τριπλᾶ—
Ξε. λυπρά, χάρματα δ’ ἐχθροῖς.
Χο. καὶ σθένος γ’ ἐκολούθη—
Ξε. γυμνός εἰμι προπομπῶν.
Χο. φίλων ἄταισι ποντίαισιν.
Ξε. δίαινε δίαινε πῆμα· πρὸς δόμους δ’ ἴθι. [στρ. ζ.
Χο. διαίνομαι γοεδνὸς ὤν.
Ξε. βόα νυν ἀντίδουπά μοι.
Χο. δόσιν κακὰν κακῶν κακοῖς.
Ξε. ἴυζε μέλος ὁμοῦ τιθείς.
Χο. ὀτοτοτοτοῖ.
βαρεῖά γ’ ἅδε συμφορά.
οἴ, μάλα καὶ τόδ’ ἀλγῶ.
[ἀντ. ζ.]
Ξε. ἔρεσσ’ ἔρεσσε καὶ στέναζ’ ἐμὴν χάριν.
Χο. αἰαῖ αἰαῖ, δύα δύα.
Ξε. βόα νυν ἀντίδουπά μοι.
Χο. μέλειν πάρεστι, δέσποτα.
Ξε. ἐπορθίαζέ νυν γόοις.
Χο. ὀτοτοτοτοῖ.
μέλαινα δ’ ἀμμεμείξεται,
οἴ, στονόεσσα πλαγά.
[στρ. η.]
Ξε. καὶ στέρν’ ἄρασσε κἀπιβόα τὸ Μύσιον.
Χο. ἀνία, ἀνία.
Ξε. καί μοι γενείου πέρθε λευκήρη τρίχα.
Χο. ἄπριγδ’ ἄπριγδα μάλα γοεδνά.
Ξε. ἀύτει δ’ ὀξύ.
Χο. καὶ τάδ’ ἔρξω.
[ἀντ. η.]
Ξε. πέπλον δ’ ἔρεικε κολπίαν ἀκμῇ χερῶν.
Χο. ἀνία, ἀνία.
Ξε. καὶ ψάλλ’ ἔθειραν καὶ κατοίκτισαι στρατόν.
Χο. ἄπριγδ’ ἄπριγδα μάλα γοεδνά.
Ξε. διαίνου δ’ ὄσσε.
Χο. τέγγομαί τοι.
[ἐπῳδός.]
Ξε. βόα νυν ἀντίδουπά μοι.
Χο. οἰοῖ οἰοῖ.
Ξε. αἰακτὸς ἐς δόμους κίε.
Χο. ἰὼ ἰώ [Περσὶς αἶα δύσβατος.]
Ξε. ἰωὰ δὴ κατ’ ἄστυ.
Χο. ἰωὰ δῆτα, ναὶ ναί.
Ξε. γοᾶσθ’ ἁβροβάται.
Χο. ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.
Ξε. ἠὴ ἠή, τρισκάλμοισιν,
ἠὴ ἠή, βάρισιν ὀλόμενοι.
Χο. πέμψω τοί σε δυσθρόοις γόοις.